Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.89 Joseph. AJ 13.94 (English) >>Joseph. AJ 13.99

13.92τοῦ δὲ Ἰωνάθου πρὸς πολιορκίαν αὐτῶν παρασκευαζομένου, φοβηθέντες μὴ τὴν πόλιν αὐτῶν ἐξέλῃ κατὰ κράτος ἀνοίγουσιν αὐτῷ τὰς πύλας. δὲ Ἀπολλώνιος ἀκούσας τὴν Ἰόππην κατειλημμένην ὑπὸ τοῦ Ἰωνάθου τρισχιλίους ἱππεῖς παραλαβὼν καὶ πεζοὺς ὀκτακισχιλίους εἰς Ἄζωτον ἦλθεν κἀκεῖθεν ἄρας ἠρέμα καὶ βάδην ἐποιεῖτο τὴν πορείαν, ἐλθὼν δʼ εἰς τὴν Ἰόππην ἀναχωρῶν ἕλκει τὸν Ἰωνάθην εἰς τὸ πεδίον τῇ ἵππῳ καταφρονῶν καὶ τὰς τῆς νίκης ἐλπίδας ἔχων ἐν αὐτῇ. 13.93προελθὼν δʼ Ἰωνάθης ἐδίωκεν εἰς Ἄζωτον τὸν Ἀπολλώνιον. δʼ, ὡς ἐν τῷ πεδίῳ συνέβη γενέσθαι τὸν πολέμιον, ὑποστρέψας εἰς μάχην αὐτῷ συνέβαλεν. 13.94τοῦ δʼ Ἀπολλωνίου χιλίους ἱππεῖς καθίσαντος εἰς ἐνέδραν ἔν τινι χειμάρρῳ, ὡς ἂν κατόπιν ἐπιφανεῖεν τοῖς πολεμίοις, αἰσθόμενος Ἰωνάθης οὐ κατεπλάγη· τάξας δὲ τὴν στρατιὰν ἐν πλινθίῳ κατʼ ἀμφότερα τοὺς πολεμίους ἀμύνασθαι παρεσκευάσατο, καὶ κατὰ πρόσωπον καὶ τοῖς ὄπισθεν ἐπελευσομένοις αὑτὸν ἀντιτάξας. 13.95τῆς δὲ μάχης ἕως ἑσπέρας προβαινούσης, δοὺς Σίμωνι τἀδελφῷ μέρος τῆς δυνάμεως τοῦτον μὲν ἐκέλευσε συμβαλεῖν τῇ φάλαγγι τῶν ἐχθρῶν, αὐτὸς δὲ τοὺς σὺν αὐτῷ προσέταξεν φραξαμένους τοῖς ὅπλοις ἀποδέχεσθαι τὰ βέλη τὰ παρὰ τῶν ἱππέων. 13.96καὶ οἱ μὲν ἐποίησαν τὸ κελευσθέν, οἱ δὲ τῶν πολεμίων ἱππεῖς ἐπʼ αὐτοὺς ἀφέντες τὰ βέλη μέχρι καὶ ἐξεκενώθησαν οὐδὲν αὐτοὺς ἔβλαπτον· οὐ γὰρ διικνεῖτο τῶν σωμάτων τὰ βαλλόμενα, συμπεφραγμένοις δὲ ταῖς ἀσπίσιν συνηνωμέναις ὑπὸ πυκνότητος ἐπαφιέμενα ῥᾳδίως ἐκρατεῖτο καὶ ἄπρακτα ἐφέρετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.89 Joseph. AJ 13.94 (English) >>Joseph. AJ 13.99

Powered by PhiloLogic