Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.101 Joseph. AJ 14.106 (English) >>Joseph. AJ 14.111

14.104καὶ Γαβίνιος μὲν ἔργα μεγάλα καὶ λαμπρὰ κατὰ τὴν στρατηγίαν δράσας ἀπῆρεν εἰς Ῥώμην Κράσσῳ παραδοὺς τὴν ἀρχήν. περὶ δὲ τῆς Πομπηίου καὶ Γαβινίου στρατείας ἐπὶ Ἰουδαίους γράφει Νικόλαος Δαμασκηνὸς καὶ Στράβων Καππάδοξ οὐδὲν ἕτερος ἑτέρου καινότερον λέγων. 14.105

Κράσσος δὲ ἐπὶ Πάρθους μέλλων στρατεύειν ἧκεν εἰς τὴν Ἰουδαίαν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, Πομπήιος καταλελοίπει, δισχίλια δʼ ἦν τάλαντα, βαστάσας οἷός τε ἦν καὶ τὸν χρυσὸν ἅπαντα, τάλαντα δʼ οὗτος ἦν ὀκτακισχίλια, περιδύειν τοῦ ναοῦ. 14.106λαμβάνει δὲ καὶ δοκὸν ὁλοσφύρητον χρυσῆν ἐκ μνῶν τριακοσίων πεποιημένην· δὲ μνᾶ παρʼ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δʼ αὐτῷ ταύτην τὴν δοκὸν τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, 14.107ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, 14.108ὅρκους παρʼ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπʼ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ. δὲ δοκὸς αὕτη ἦν ἐν ξυλίνῃ δοκῷ κενῇ, καὶ τοῦτο τοὺς μὲν ἄλλους ἐλάνθανεν ἅπαντας, δὲ Ἐλεάζαρος μόνος ἠπίστατο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.101 Joseph. AJ 14.106 (English) >>Joseph. AJ 14.111

Powered by PhiloLogic