14.110
Θαυμάσῃ δὲ μηδείς, εἰ τοσοῦτος ἦν πλοῦτος ἐν τῷ ἡμετέρῳ ἱερῷ πάντων τῶν κατὰ τὴν οἰκουμένην Ἰουδαίων καὶ σεβομένων τὸν θεὸν ἔτι δὲ καὶ τῶν ἀπὸ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης εἰς αὐτὸ συμφερόντων ἐκ πολλῶν πάνυ χρόνων.
14.111οὐκ ἔστι δὲ ἀμάρτυρον τὸ μέγεθος τῶν προειρημένων χρημάτων, οὐδʼ ὑπὸ ἀλαζονείας ἡμετέρας καὶ περιττολογίας ἐπὶ τοσοῦτον ἐξαίρεται πλῆθος, ἀλλὰ πολλοί τε ἄλλοι τῶν συγγραφέων ἡμῖν μαρτυροῦσιν καὶ Στράβων ὁ Καππάδοξ λέγων οὕτως·
14.112“πέμψας δὲ Μιθριδάτης εἰς Κῶ ἔλαβε τὰ χρήματα, ἃ παρέθετο ἐκεῖ Κλεοπάτρα βασίλισσα, καὶ τὰ τῶν Ἰουδαίων ὀκτακόσια τάλαντα.”
14.113ἡμῖν δὲ δημόσια χρήματα οὐκ ἔστιν ἢ μόνα τὰ τοῦ θεοῦ, καὶ δῆλον, ὅτι ταῦτα μετήνεγκαν εἰς Κῶ τὰ χρήματα οἱ ἐν τῇ Ἀσίᾳ Ἰουδαῖοι διὰ τὸν Μιθριδάτου φόβον· οὐ γὰρ εἰκὸς τοὺς ἐν τῇ Ἰουδαίᾳ πόλιν τε ὀχυρὰν ἔχοντας καὶ τὸν ναὸν πέμπειν χρήματα εἰς Κῶ, ἀλλʼ οὐδὲ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας Ἰουδαίους πιθανὸν τοῦτʼ ἐστὶ ποιῆσαι μηδὲν Μιθριδάτην δεδιότας.
14.114μαρτυρεῖ δὲ καὶ ἐν ἑτέρῳ τόπῳ ὁ αὐτὸς Στράβων, ὅτι καθʼ ὃν καιρὸν διέβη Σύλλας εἰς τὴν Ἑλλάδα πολεμήσων Μιθριδάτῃ καὶ Λεύκολλον πέμψας ἐπὶ τὴν ἐν Κυρήνῃ στάσιν τοῦ ἔθνους ἡμῶν ἡ οἰκουμένη πεπλήρωτο, λέγων οὕτως·