Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.109 Joseph. AJ 14.114 (English) >>Joseph. AJ 14.119

14.112πέμψας δὲ Μιθριδάτης εἰς Κῶ ἔλαβε τὰ χρήματα, παρέθετο ἐκεῖ Κλεοπάτρα βασίλισσα, καὶ τὰ τῶν Ἰουδαίων ὀκτακόσια τάλαντα.” 14.113ἡμῖν δὲ δημόσια χρήματα οὐκ ἔστιν μόνα τὰ τοῦ θεοῦ, καὶ δῆλον, ὅτι ταῦτα μετήνεγκαν εἰς Κῶ τὰ χρήματα οἱ ἐν τῇ Ἀσίᾳ Ἰουδαῖοι διὰ τὸν Μιθριδάτου φόβον· οὐ γὰρ εἰκὸς τοὺς ἐν τῇ Ἰουδαίᾳ πόλιν τε ὀχυρὰν ἔχοντας καὶ τὸν ναὸν πέμπειν χρήματα εἰς Κῶ, ἀλλʼ οὐδὲ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας Ἰουδαίους πιθανὸν τοῦτʼ ἐστὶ ποιῆσαι μηδὲν Μιθριδάτην δεδιότας. 14.114μαρτυρεῖ δὲ καὶ ἐν ἑτέρῳ τόπῳ αὐτὸς Στράβων, ὅτι καθʼ ὃν καιρὸν διέβη Σύλλας εἰς τὴν Ἑλλάδα πολεμήσων Μιθριδάτῃ καὶ Λεύκολλον πέμψας ἐπὶ τὴν ἐν Κυρήνῃ στάσιν τοῦ ἔθνους ἡμῶν οἰκουμένη πεπλήρωτο, λέγων οὕτως· 14.115τέτταρες δʼ ἦσαν ἐν τῇ πόλει τῶν Κυρηναίων, τε τῶν πολιτῶν καὶ τῶν γεωργῶν τρίτη δʼ τῶν μετοίκων τετάρτη δʼ τῶν Ἰουδαίων. αὕτη δʼ εἰς πᾶσαν πόλιν ἤδη καὶ παρελήλυθεν καὶ τόπον οὐκ ἔστι ῥᾳδίως εὑρεῖν τῆς οἰκουμένης, ὃς οὐ παραδέδεκται τοῦτο τὸ φῦλον μηδʼ ἐπικρατεῖται ὑπʼ αὐτοῦ. 14.116τήν τε Αἴγυπτον καὶ τὴν Κυρηναίων ἅτε τῶν αὐτῶν ἡγεμόνων τυχοῦσαν τῶν τε ἄλλων συχνὰ ζηλῶσαι συνέβη καὶ δὴ τὰ συντάγματα τῶν Ἰουδαίων θρέψαι διαφερόντως καὶ συναυξῆσαι χρώμενα τοῖς πατρίοις τῶν Ἰουδαίων νόμοις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.109 Joseph. AJ 14.114 (English) >>Joseph. AJ 14.119

Powered by PhiloLogic