Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.124 Joseph. AJ 14.128 (English) >>Joseph. AJ 14.132

14.126τοὺς δʼ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος Μενναίου παρέλαβεν δυναστεύων Χαλκίδος τῆς ὑπὸ τῷ Λιβάνῳ ὄρει, καὶ πέμψας τὸν υἱὸν Φιλιππίωνα εἰς Ἀσκάλωνα παρὰ τὴν Ἀριστοβούλου γυναῖκα ἐκέλευσεν αὐτῇ συναποστέλλειν τὸν υἱὸν Ἀντίγονον καὶ τὰς θυγατέρας, ὧν τῆς ἑτέρας ἐρασθεὶς Ἀλεξάνδρας Φιλιππίων ἄγεται γυναῖκα. μετὰ δὲ ταῦτα ἀνελὼν αὐτὸν πατὴρ Πτολεμαῖος γαμεῖ τε τὴν Ἀλεξάνδραν καὶ τῶν ἀδελφῶν αὐτῆς πρόνοιαν ποιούμενος διετέλει. 14.127

Μετὰ δὲ τὸν Πομπηίου θάνατον καὶ τὴν νίκην τὴν ἐπʼ αὐτῷ Καίσαρι πολεμοῦντι κατʼ Αἴγυπτον πολλὰ χρήσιμον αὑτὸν παρέσχεν Ἀντίπατρος τῶν Ἰουδαίων ἐπιμελητὴς ἐξ ἐντολῆς Ὑρκανοῦ. 14.128Μιθριδάτῃ τε γὰρ τῷ Περγαμηνῷ κομίζοντι ἐπικουρικὸν καὶ ἀδυνάτως ἔχοντι διὰ Πηλουσίου ποιήσασθαι τὴν πορείαν, περὶ δὲ Ἀσκάλωνα διατρίβοντι, ἧκεν Ἀντίπατρος ἄγων Ἰουδαίων ὁπλίτας τρισχιλίους ἐξ Ἀραβίας τε συμμάχους ἐλθεῖν ἐπραγματεύσατο τοὺς ἐν τέλει· 14.129καὶ διʼ αὐτὸν οἱ κατὰ τὴν Συρίαν ἅπαντες ἐπεκούρουν ἀπολείπεσθαι τῆς ὑπὲρ Καίσαρος προθυμίας οὐ θέλοντες, Ἰάμβλιχός τε δυνάστης καὶ Πτολεμαῖος Σοαίμου Λίβανον ὄρος οἰκῶν αἵ τε πόλεις σχεδὸν ἅπασαι. 14.130Μιθριδάτης δὲ ἄρας ἐκ Συρίας εἰς Πηλούσιον ἀφικνεῖται καὶ μὴ δεχομένων αὐτὸν τῶν ἀνθρώπων ἐπολιόρκει τὴν πόλιν. ἠρίστευσε δὲ Ἀντίπατρος κατασύρας τι τοῦ τείχους καὶ ὁδὸν εἰσπεσεῖν παρέσχετο τοῖς ἄλλοις εἰς τὴν πόλιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.124 Joseph. AJ 14.128 (English) >>Joseph. AJ 14.132

Powered by PhiloLogic