Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.131 Joseph. AJ 14.136 (English) >>Joseph. AJ 14.141

14.134συμπεσόντων δὲ εἰς μάχην κλίνεται τὸ τοῦ Μιθριδάτου κέρας καὶ παθεῖν ἂν ἐκινδύνευσεν τὰ δεινότατα, εἰ μὴ παρὰ τὴν ᾐόνα τοῦ ποταμοῦ σὺν τοῖς οἰκείοις στρατιώταις Ἀντίπατρος παραθέων νενικηκὼς ἤδη τοὺς πολεμίους τὸν μὲν ῥύεται, προτρέπει δʼ εἰς φυγὴν τοὺς νενικηκότας Αἰγυπτίους. 14.135αἱρεῖ δʼ αὐτῶν καὶ τὸ στρατόπεδον ἐπιμείνας τῇ διώξει, τόν τε Μιθριδάτην ἐκάλει πλεῖστον ἐν τῇ τροπῇ διασχόντα. ἔπεσον δὲ τῶν μὲν περὶ τοῦτον ὀκτακόσιοι, τῶν δʼ Ἀντιπάτρου πεντήκοντα. 14.136Μιθριδάτης δὲ περὶ τούτων ἐπιστέλλει Καίσαρι τῆς τε νίκης αὐτοῖς ἅμα καὶ τῆς σωτηρίας αἴτιον τὸν Ἀντίπατρον ἀποφαίνων, ὥστε τὸν Καίσαρα τότε μὲν ἐπαινεῖν αὐτόν, κεχρῆσθαι δὲ παρὰ πάντα τὸν πόλεμον εἰς τὰ κινδυνωδέστατα τῷ Ἀντιπάτρῳ· καὶ δὴ καὶ τρωθῆναι συνέβη παρὰ τοὺς ἀγῶνας αὐτῷ. 14.137

Καταλύσας μέντοι Καῖσαρ μετὰ χρόνον τὸν πόλεμον καὶ εἰς Συρίαν ἀποπλεύσας ἐτίμησεν μεγάλως, Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην βεβαιώσας, Ἀντιπάτρῳ δὲ πολιτείαν ἐν Ῥώμῃ δοὺς καὶ ἀτέλειαν πανταχοῦ. 14.138λέγεται δʼ ὑπὸ πολλῶν Ὑρκανὸν ταύτης κοινωνῆσαι τῆς στρατείας καὶ ἐλθεῖν εἰς Αἴγυπτον, μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Στράβων Καππάδοξ λέγων ἐξ Ἀσινίου ὀνόματος οὕτως· “μετὰ τὸν Μιθριδάτην εἰσβαλεῖν εἰς τὴν Αἴγυπτον



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.131 Joseph. AJ 14.136 (English) >>Joseph. AJ 14.141

Powered by PhiloLogic