Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.17 Joseph. AJ 14.22 (English) >>Joseph. AJ 14.27

14.20 δὲ τῶν Ἀράβων βασιλεὺς πᾶσαν τὴν στρατιὰν ἀγαγὼν καὶ προσβαλὼν τῷ ἱερῷ τὸν Ἀριστόβουλον ἐπολιόρκει προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ καὶ συμπολιορκοῦντος αὐτῷ, μόνων δὲ τῶν ἱερέων τῷ Ἀριστοβούλῳ προσμενόντων. 14.21 μὲν οὖν Ἀρέτας ἑξῆς βαλόμενος στρατόπεδα τῶν Ἀράβων καὶ τῶν Ἰουδαίων ἰσχυρῶς ἐνέκειτο τῇ πολιορκίᾳ. τούτων δὲ γινομένων κατὰ τὸν καιρὸν τῆς τῶν ἀζύμων ἑορτῆς, ἣν πάσχα λέγομεν, οἱ δοκιμώτατοι τῶν Ἰουδαίων ἐκλιπόντες τὴν χώραν εἰς Αἴγυπτον ἔφυγον. 14.22Ὀνίαν δέ τινα ὄνομα δίκαιον ὄντα καὶ θεοφιλῆ, ὃς ἀνομβρίας ποτὲ οὔσης ηὔξατο τῷ θεῷ λῦσαι τὸν αὐχμὸν καὶ γενόμενος ἐπήκοος θεὸς ὗσεν, κρύψαντα ἑαυτὸν διὰ τὸ τὴν στάσιν ὁρᾶν ἰσχυρὰν ἐπιμένουσαν, ἀναχθέντα εἰς τὸ στρατόπεδον τῶν Ἰουδαίων ἠξίουν, ὡς ἔπαυσε τὴν ἀνομβρίαν εὐξάμενος, ἵνʼ οὕτως ἀρὰς θῇ κατὰ Ἀριστοβούλου καὶ τῶν συστασιαστῶν αὐτοῦ. 14.23ἐπεὶ δὲ ἀντιλέγων καὶ παραιτούμενος ἐβιάσθη ὑπὸ τοῦ πλήθους, στὰς μέσος αὐτῶν εἶπεν· 14.24 θεὲ βασιλεῦ τῶν ὅλων, ἐπεὶ οἱ μετʼ ἐμοῦ συνεστῶτες σὸς δῆμός ἐστιν καὶ οἱ πολιορκούμενοι δὲ ἱερεῖς σοί, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ὑπακοῦσαι μήτε κατʼ ἐκείνων οὗτοι παρακαλοῦσιν εἰς τέλος ἀγαγεῖν.” καὶ τὸν μὲν ταῦτʼ εὐξάμενον περιστάντες οἱ πονηροὶ τῶν Ἰουδαίων κατέλευσαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.17 Joseph. AJ 14.22 (English) >>Joseph. AJ 14.27

Powered by PhiloLogic