Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.77 Joseph. AJ 14.82 (English) >>Joseph. AJ 14.87

14.80

Σκαύρου δʼ ἐπὶ Πέτραν τῆς Ἀραβίας στρατεύσαντος καὶ διὰ τὸ δυσάλωτον εἶναι τὰ ἐν κύκλῳ δῃοῦντος αὐτῆς καὶ τοῦ στρατεύματος λιμήναντος Ἀντίπατρος κατʼ ἐντολὴν Ὑρκανοῦ σῖτον ἐκ τῆς Ἰουδαίας καὶ τὰ ἄλλα, ὅσων ἐνέδει, παρεῖχεν. 14.81πεμφθεὶς δὲ πρὸς Ἀρέταν πρεσβευτὴς ὑπὸ Σκαύρου διὰ τὴν ὑπάρχουσαν ξενίαν πείθει αὐτὸν ἀργύριον ὑπὲρ τοῦ μὴ δῃωθῆναι τὴν χώραν δοῦναι, καὶ αὐτὸς ἐγγυητὴς τριακοσίων ταλάντων γίνεται. καὶ ἐπὶ τούτοις ἔλυσε τὸν πόλεμον Σκαῦρος οὐχ ἧττον αὐτὸς συνέβαινεν Ἀρέταν ἐπιθυμεῖν τοῦτο γενέσθαι βουλόμενος. 14.82

Χρόνῳ δʼ ὕστερον Ἀλεξάνδρου τὴν Ἰουδαίαν κατατρέχοντος τοῦ Ἀριστοβούλου παιδὸς Γαβίνιος ἐκ Ῥώμης στρατηγὸς εἰς Συρίαν ἧκεν, ὃς ἄλλα τε λόγου ἄξια διεπράξατο καὶ ἐπʼ Ἀλέξανδρον ἐστράτευσεν, μηκέτι Ὑρκανοῦ πρὸς τὴν ἐκείνου ῥώμην ἀντέχειν δυναμένου, ἀλλʼ ἀνεγείρειν ἤδη καὶ τὸ τῶν Ἱεροσολύμων τεῖχος ἐπιχειροῦντος, ὅπερ καθεῖλεν Πομπήιος. 14.83ἀλλὰ τούτου μὲν αὐτὸν ἐπέσχον οἱ ἐνταῦθα Ῥωμαῖοι. περιιὼν δὲ ἐν κύκλῳ τὴν χώραν πολλοὺς ὥπλιζεν τῶν Ἰουδαίων καὶ συνέλεξεν ταχὺ μυρίους μὲν ὁπλίτας πεντακοσίους δὲ πρὸς τοῖς χιλίοις ἱππεῖς, Ἀλεξάνδρειόν τε ὠχύρου τὸ πρὸς ταῖς Κορέαις ἔρυμα καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν. 14.84ἔρχεται οὖν ἐπʼ αὐτὸν Γαβίνιος Μᾶρκον Ἀντώνιον προπέμψας σὺν ἄλλοις ἡγεμόσιν· οἱ δὲ ὁπλίσαντες Ῥωμαίων τοὺς ἑπομένους καὶ σὺν τούτοις τοὺς ὑπηκόους Ἰουδαίους, ὧν Πειθόλαος ἡγεῖτο καὶ Μάλιχος, προσλαβόντες δὲ καὶ τὸ Ἀντιπάτρου ἑταιρικὸν ὑπήντων Ἀλεξάνδρῳ· ἠκολούθει δὲ καὶ Γαβίνιος σὺν τῇ φάλαγγι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.77 Joseph. AJ 14.82 (English) >>Joseph. AJ 14.87

Powered by PhiloLogic