Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.7 | Joseph. BJ 1.12 (English) | >>Joseph. BJ 1.16 |
1.10ὅτι γὰρ αὐτὴν στάσις οἰκεία καθεῖλεν , καὶ τὰς Ῥωμαίων χεῖρας ἀκούσας καὶ τὸ πῦρ ἐπὶ τὸν ναὸν εἵλκυσαν οἱ Ἰουδαίων τύραννοι , μάρτυς αὐτὸς ὁ πορθήσας Καῖσαρ Τίτος , ἐν παντὶ τῷ πολέμῳ τὸν μὲν δῆμον ἐλεήσας ὑπὸ τῶν στασιαστῶν φρουρούμενον , πολλάκις δὲ ἑκὼν τὴν ἅλωσιν τῆς πόλεως ὑπερτιθέμενος καὶ διδοὺς τῇ πολιορκίᾳ χρόνον εἰς μετάνοιαν τῶν αἰτίων .
1.11εἰ δή τις ὅσα πρὸς τοὺς τυράννους ἢ τὸ λῃστρικὸν αὐτῶν κατηγορικῶς λέγοιμεν ἢ τοῖς δυστυχήμασι τῆς πατρίδος ἐπιστένοντες συκοφαντοίη , διδότω παρὰ τὸν τῆς ἱστορίας νόμον συγγνώμην τῷ πάθει · πόλιν μὲν γὰρ δὴ τῶν ὑπὸ Ῥωμαίοις πασῶν τὴν ἡμετέραν ἐπὶ πλεῖστόν τε εὐδαιμονίας συνέβη προελθεῖν καὶ πρὸς ἔσχατον συμφορῶν αὖθις καταπεσεῖν ·
1.12τὰ γοῦν πάντων ἀπʼ αἰῶνος ἀτυχήματα πρὸς τὰ Ἰουδαίων ἡττῆσθαι δοκῶ κατὰ σύγκρισιν · καὶ τούτων αἴτιος οὐδεὶς ἀλλόφυλος , ὥστε ἀμήχανον ἦν ὀδυρμῶν ἐπικρατεῖν . εἰ δέ τις οἴκτου σκληρότερος εἴη δικαστής , τὰ μὲν πράγματα τῇ ἱστορίᾳ προσκρινέτω , τὰς δʼ ὀλοφύρσεις τῷ γράφοντι .
1.13
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.7 | Joseph. BJ 1.12 (English) | >>Joseph. BJ 1.16 |