1.138
Ὁ δέ, οὐ γὰρ ἐδίδου χρόνον ταῖς παρασκευαῖς, εὐθέως εἵπετο, καὶ προσεπέρρωσεν τὴν ὁρμὴν ὁ Μιθριδάτου θάνατος ἀγγελθεὶς αὐτῷ περὶ Ἱεριχοῦντα, ἔνθα τῆς Ἰουδαίας τὸ πιότατον φοίνικά τε πάμπολυν καὶ βάλσαμον τρέφει. τοῦτο λίθοις ὀξέσιν ἐπιτέμνοντες τὰ πρέμνα συνάγουσιν κατὰ τὰς τομὰς ἐκδακρῦον.
1.139καὶ
-- -- στρατοπεδευσάμενος ἐν τῷ χωρίῳ μίαν ἑσπέραν ἕωθεν ἠπείγετο πρὸς τὰ Ἱεροσόλυμα. καταπλαγεὶς δὲ τὴν ἔφοδον Ἀριστόβουλος ἱκέτης ἀπαντᾷ χρημάτων τε ὑποσχέσει καὶ τῷ μετὰ τῆς πόλεως ἐπιτρέπειν καὶ ἑαυτὸν χαλεπαίνοντα καταστέλλει τὸν Πομπήιον.
1.140οὐ μήν τι τῶν ὡμολογημένων ἐγένετο· τὸν γὰρ ἐπὶ τὴν κομιδὴν τῶν χρημάτων ἐκπεμφθέντα Γαβίνιον οἱ τὰ Ἀριστοβούλου φρονοῦντες οὐδὲ τῇ πόλει δέχονται.
1.141
Πρὸς ταῦτα ἀγανακτήσας Πομπήιος Ἀριστόβουλον μὲν ἐφρούρει, πρὸς δὲ τὴν πόλιν ἐλθὼν περιεσκόπει ὅπως δεῖ προσβαλεῖν, τήν τε ὀχυρότητα τῶν τειχῶν δυσμεταχείριστον ὁρῶν καὶ τὴν πρὸ τούτων φάραγγα φοβερὰν τό τε ἱερὸν ἐντὸς τῆς φάραγγος ὀχυρώτατα τετειχισμένον, ὥστε τοῦ ἄστεος ἁλισκομένου δευτέραν εἶναι καταφυγὴν τοῦτο τοῖς πολεμίοις.
1.142
Διαποροῦντος δʼ ἐπὶ πολὺν χρόνον στάσις τοῖς ἔνδον ἐμπίπτει, τῶν μὲν Ἀριστοβούλου πολεμεῖν ἀξιούντων καὶ ῥύεσθαι τὸν βασιλέα, τῶν δὲ τὰ Ὑρκανοῦ φρονούντων ἀνοίγειν Πομπηίῳ τὰς πύλας· πολλοὺς δὲ τούτους ἐποίει τὸ δέος ἀφορῶντας εἰς τὴν τῶν Ῥωμαίων εὐταξίαν.