Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.420 Joseph. BJ 1.423 (English) >>Joseph. BJ 1.428

1.422

Τοσαῦτα συγκτίσας πλείσταις καὶ τῶν ἔξω πόλεων τὸ μεγαλόψυχον ἐπεδείξατο. Τριπόλει μὲν γὰρ καὶ Δαμασκῷ καὶ Πτολεμαΐδι γυμνάσια, Βύβλῳ δὲ τεῖχος, ἐξέδρας τε καὶ στοὰς καὶ ναοὺς καὶ ἀγορὰς Βηρυτῷ κατασκευάσας καὶ Τύρῳ, Σιδῶνί γε μὴν καὶ Δαμασκῷ θέατρα, Λαοδικεῦσι δὲ τοῖς παραλίοις ὑδάτων εἰσαγωγήν, Ἀσκαλωνίταις δὲ βαλανεῖα καὶ κρήνας πολυτελεῖς, πρὸς δὲ περίστυλα θαυμαστὰ τήν τε ἐργασίαν καὶ τὸ μέγεθος· εἰσὶ δʼ οἷς ἄλση καὶ λειμῶνας ἀνέθηκεν. 1.423πολλαὶ δὲ πόλεις ὥσπερ κοινωνοὶ τῆς βασιλείας καὶ χώραν ἔλαβον παρʼ αὐτοῦ· γυμνασιαρχίαις δʼ ἄλλας ἐπετησίοις τε καὶ διηνεκέσιν ἐδωρήσατο προσόδους κατατάξας, ὥσπερ Κῴοις, ἵνα μηδέποτε ἐκλείπῃ τὸ γέρας. 1.424σῖτόν γε μὴν πᾶσιν ἐχορήγησεν τοῖς δεομένοις, καὶ τῇ Ῥόδῳ χρήματα μὲν εἰς ναυτικοῦ κατασκευὴν παρέσχεν πολλαχοῦ καὶ πολλάκις, ἐμπρησθὲν δὲ τὸ Πύθιον ἰδίοις ἀναλώμασιν ἄμεινον ἀνεδείματο. 1.425καὶ τί δεῖ λέγειν τὰς εἰς Λυκίους Σαμίους δωρεὰς τὴν διʼ ὅλης τῆς

-- --

Ἰωνίας ἐν οἷς ἐδεήθησαν ἕκαστοι δαψίλειαν; ἀλλʼ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι Νικοπολῖταί τε καὶ τὸ κατὰ Μυσίαν Πέργαμον οὐ τῶν Ἡρώδου γέμουσιν ἀναθημάτων; τὴν δʼ Ἀντιοχέων τῶν ἐν Συρίᾳ πλατεῖαν οὐ φευκτὴν οὖσαν ὑπὸ βορβόρου κατέστρωσέν τε σταδίων εἴκοσι τὸ μῆκος οὖσαν ξεστῇ μαρμάρῳ καὶ πρὸς τὰς τῶν ὑετῶν ἀποφυγὰς ἐκόσμησεν ἰσομήκει στοᾷ.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.420 Joseph. BJ 1.423 (English) >>Joseph. BJ 1.428

Powered by PhiloLogic