Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.441 Joseph. BJ 1.446 (English) >>Joseph. BJ 1.452

1.444μετάνοια δʼ εὐθέως εἵπετο τῷ πάθει, καὶ τοῦ θυμοῦ πεσόντος ἔρως πάλιν ἀνεζωπυρεῖτο. τοσαύτη δʼ ἦν φλεγμονὴ τῆς ἐπιθυμίας ὡς μηδὲ τεθνάναι δοκεῖν αὐτήν, ὑπὸ δὲ κακώσεως ὡς ζώσῃ προσλαλεῖν, μέχρι τῷ χρόνῳ διδαχθεὶς τὸ πένθος ἀνάλογον τὴν λύπην ἔσχεν τῇ πρὸς περιοῦσαν διαθέσει. 1.445

Κληρονομοῦσι δὲ τῆς μητρῴας οἱ παῖδες ὀργῆς καὶ τοῦ μύσους ἔννοιαν λαμβάνοντες ὡς πολέμιον ὑφεώρων τὸν πατέρα, καὶ τὸ πρότερον μὲν ἐπὶ Ῥώμης παιδευόμενοι, πλέον δʼ ὡς εἰς Ἰουδαίαν ὑπέστρεψαν· συνηνδροῦτο δʼ αὐτῶν ταῖς ἡλικίαις διάθεσις. 1.446καὶ ἐπειδὴ γάμων ἔχοντες ὥραν μὲν τῆς τηθίδος Σαλώμης, τῆς μητρὸς αὐτῶν κατηγόρησεν, δʼ ἔγημεν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως θυγατέρα, προσελάμβανον ἤδη τῷ μίσει καὶ παρρησίαν. 1.447ἐκ δὲ τοῦ θράσους αὐτῶν ἀφορμὰς οἱ διαβάλλοντες ἐλάμβανον, καὶ φανερώτερον ἤδη τῷ βασιλεῖ διελέγοντό τινες ὡς ἐπιβουλεύοιτο μὲν ὑπʼ ἀμφοτέρων τῶν υἱῶν, δὲ Ἀρχελάῳ κηδεύσας καὶ φυγὴν παρασκευάζοιτο τῷ πενθερῷ πεποιθώς, ἵνʼ ἐπὶ

-- --

Καίσαρος αὐτοῦ κατηγορήσειεν. 1.448ἀναπλησθεὶς δὲ τῶν διαβολῶν Ἡρώδης ὥσπερ ἐπιτείχισμα τοῖς υἱοῖς κατάγει τὸν ἐκ τῆς Δωρίδος Ἀντίπατρον καὶ πάντα τρόπον προτιμᾶν ἄρχεται. 1.449

Τοῖς δʼ ἀφόρητος ἦν μεταβολή, καὶ τὸν ἐξ ἰδιώτιδος μητρὸς ὁρῶντες προκόπτοντα διὰ τὴν ἑαυτῶν εὐγένειαν οὐκ ἐκράτουν τῆς ἀγανακτήσεως, ἐφʼ ἑκάστου δὲ τῶν ἀνιαρῶν τὴν ὀργὴν ἐξέφαινον,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.441 Joseph. BJ 1.446 (English) >>Joseph. BJ 1.452

Powered by PhiloLogic