Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.583 | Joseph. BJ 1.588 (English) | >>Joseph. BJ 1.592 |
1.586
πολλάκις δὲ ἀποδυρόμενον πρὸς τὴν μητέρα τὸν Ἀντίπατρον εἰπεῖν , ὡς αὐτὸς μὲν εἴη πολιὸς ἤδη , νεάζοι δὲ καθʼ ἡμέραν ὁ πατήρ , φθάσαι δʼ ἂν τάχα καὶ τελευτήσας πρὶν ἄρξασθαι βασιλείας ἀληθοῦς . εἰ δὲ καί ποτε ἐκεῖνος τελευτήσειεν · πότε δʼ ἂν γένοιτο τοῦτο ; παντάπασιν αὐτῷ τὴν ἀπόλαυσιν τῆς διαδοχῆς γίνεσθαι σύντομον .
1.588ὑποβλαστάνειν δὲ τὰς τῆς ὕδρας κεφαλάς , τοὺς Ἀριστοβούλου καὶ Ἀλεξάνδρου παῖδας . ἀφῃρῆσθαι δʼ αὐτὸν ὑπὸ τοῦ πατρὸς καὶ τὴν ἐπὶ τέκνοις ἐλπίδα · διάδοχον γὰρ οὐ τῶν αὐτοῦ τινα παίδων μετὰ τὴν τελευτήν , ἀλλὰ τὸν ἐκ Μαριάμμης Ἡρώδην γεγραφέναι . καὶ κατὰ τοῦτό γε παντάπασιν παραγηρᾶν οἰόμενον αὐτοῦ καὶ διαθήκας μενεῖν κυρίας · αὐτὸν γὰρ προνοήσειν μηδένα τῆς γενεᾶς ἀπολιπεῖν .
1.589ὄντα γε μὴν τῶν πώποτε πατέρων μισοτεκνότατον Ἡρώδην πολὺ μᾶλλον εἶναι μισάδελφον · δοῦναι γοῦν αὐτῷ πρῴην ἑκατὸν τάλαντα ἐπὶ τῷ μὴ διαλέγεσθαι Φερώρᾳ . τοῦ δὲ εἰπόντος “τί γὰρ αὐτὸν ἐβλάπτομεν ;” ἀποκρίνασθαι τὸν Ἀντίπατρον “εἴθε πάντα ἡμᾶς ἀφελόμενος γυμνοὺς ἐάσειεν ζῶντας . ἀλλʼ ἀμήχανον ἐκφυγεῖν οὕτω φονικὸν θηρίον , παρʼ ᾧ μηδὲ φιλεῖν τινας ἔξεστι φανερῶς . λάθρα γοῦν νῦν ἀλλήλοις σύνεσμεν , ἐξέσται δὲ φανερῶς , ἐὰν σχῶμέν ποτε ἀνδρῶν φρόνημα καὶ χεῖρας .”
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.583 | Joseph. BJ 1.588 (English) | >>Joseph. BJ 1.592 |