Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.592 | Joseph. BJ 1.596 (English) | >>Joseph. BJ 1.601 |
1.594κομισθεῖσαν δʼ αὐτὴν ὁ βασιλεὺς ἀνακτησάμενος , κεκάρωτο γὰρ ἀπὸ τοῦ πτώματος , ἠρώτα διʼ ἣν αἰτίαν ῥίψειεν ἑαυτήν , εἰ μὲν εἴποι τἀληθές , ἀφήσειν πάσης τιμωρίας ἐπομνύμενος , εἰ δʼ ὑποστείλαιτο , δαπανήσειν αὐτῆς ἐν βασάνοις τὸ σῶμα καὶ μηδὲ τάφῳ καταλείψειν .
1.595
ὅτε ἀποθνήσκοντι Φερώρᾳ παρεκαθέζου δεδακρυμένος , τότε με προσκαλεσάμενος ἐκεῖνος “ἦ πολύ γε , ἔφη , ὦ γύναι , τῆς εἰς ἐμαυτὸν διανοίας τοῦ ἀδελφοῦ διήμαρτον , τὸν οὕτως στέργοντα μισήσας καὶ κτεῖναι βουλευσάμενος τὸν οὕτως ἐπʼ ἐμοὶ μηδὲ τεθνεῶτί πω συγχεόμενον . ἀλλʼ ἐγὼ μὲν ἀπέχω τῆς ἀσεβείας τὸ ἐπιτίμιον , σὺ δʼ ὃ φυλάσσεις κατʼ αὐτοῦ φάρμακον ὑπʼ Ἀντιπάτρου καταλειφθὲν ἡμῖν φέρε καὶ βλέποντός μου ταχέως ἀφάνισον , ἵνα μὴ καὶ καθʼ
1.597ᾅδου φέροιμι τὸν ἀλάστορα .” καὶ κελεύσαντος ἐκόμισα καὶ πλεῖστον μὲν εἰς τὸ πῦρ ὁρῶντος αὐτοῦ κατεκένωσα , βραχὺ δὲ ἐμαυτῇ πρὸς τὰ ἄδηλα καὶ τὸν ἐκ σοῦ φόβον ἐτήρησα .”
1.598
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.592 | Joseph. BJ 1.596 (English) | >>Joseph. BJ 1.601 |