Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.593 | Joseph. BJ 1.598 (English) | >>Joseph. BJ 1.603 |
1.596ὅτε ἀποθνήσκοντι Φερώρᾳ παρεκαθέζου δεδακρυμένος , τότε με προσκαλεσάμενος ἐκεῖνος “ἦ πολύ γε , ἔφη , ὦ γύναι , τῆς εἰς ἐμαυτὸν διανοίας τοῦ ἀδελφοῦ διήμαρτον , τὸν οὕτως στέργοντα μισήσας καὶ κτεῖναι βουλευσάμενος τὸν οὕτως ἐπʼ ἐμοὶ μηδὲ τεθνεῶτί πω συγχεόμενον . ἀλλʼ ἐγὼ μὲν ἀπέχω τῆς ἀσεβείας τὸ ἐπιτίμιον , σὺ δʼ ὃ φυλάσσεις κατʼ αὐτοῦ φάρμακον ὑπʼ Ἀντιπάτρου καταλειφθὲν ἡμῖν φέρε καὶ βλέποντός μου ταχέως ἀφάνισον , ἵνα μὴ καὶ καθʼ
1.597ᾅδου φέροιμι τὸν ἀλάστορα .” καὶ κελεύσαντος ἐκόμισα καὶ πλεῖστον μὲν εἰς τὸ πῦρ ὁρῶντος αὐτοῦ κατεκένωσα , βραχὺ δὲ ἐμαυτῇ πρὸς τὰ ἄδηλα καὶ τὸν ἐκ σοῦ φόβον ἐτήρησα .”
1.598
-- -- περιιόντες δὲ οἱ Ἀλεξάνδρου καὶ Ἀριστοβούλου δαίμονες ἅπαν τὸ βασίλειον ἐρευνηταί τε καὶ μηνυταὶ τῶν ἀδήλων ἐγίνοντο τούς τε πορρωτάτω τῆς ὑποψίας ὄντας ἔσυρον εἰς τοὺς ἐλέγχους . εὑρίσκεται γοῦν καὶ ἡ τοῦ ἀρχιερέως θυγάτηρ Μαριάμμη τῆς ἐπιβουλῆς συνίστωρ ·
1.600βασανιζόμενοι γὰρ τοῦτʼ ἀπέδειξαν αὐτῆς οἱ ἀδελφοί . βασιλεὺς δὲ τῆς μητρῴας τόλμης καὶ τὸν υἱὸν ἠμύνατο · τὸν γοῦν ἐξ αὐτῆς Ἡρώδην ὄντα διάδοχον Ἀντιπάτρου τῆς διαθήκης ἐξήλειψεν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.593 | Joseph. BJ 1.598 (English) | >>Joseph. BJ 1.603 |