Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.600 | Joseph. BJ 1.605 (English) | >>Joseph. BJ 1.609 |
1.603τούτους ἐπανακύπτοντας αὐτοῦ ταῖς ἐλπίσιν ἀποσκευάσασθαι σπεύδων Ἀντίπατρος ἃς μὲν πλάττεται κατʼ αὐτῶν ἐπιστολὰς ἐξ ὀνόματος τῶν ἐπὶ Ῥώμης φίλων , οὓς δὲ ἔπειθεν γράψαι διαφθείρας χρήμασιν , ὡς πολλὰ μὲν βλασφημοῖεν τὸν πατέρα , φανερῶς δὲ Ἀλέξανδρον καὶ Ἀριστόβουλον ὀδύροιντο , πρὸς δὲ τὴν μετάκλησιν ἀγανακτοῖεν · ἤδη δʼ αὐτοὺς ὁ πατὴρ μετεπέμπετο , καὶ τοῦτο ἦν τὸ μάλιστα ταράσσον Ἀντίπατρον .
-- -- τηνικαῦτά γε μὴν τοῖς γράφουσιν κατὰ τῶν ἀδελφῶν πλεῖστα δοὺς χρήματα συμφύρειν ἐπειρᾶτο τὸν ἔλεγχον , ἐσθῆτάς τε πολυτελεῖς καὶ στρωμνὰς ποικίλας ἐκπώματά τε ἀργυρᾶ καὶ χρυσᾶ συνωνούμενος ἄλλα τε πολλὰ τῶν κειμηλίων , ἵνα τῷ πλήθει τῆς εἰς ταῦτα δαπάνης τοὺς εἰς ἐκεῖνα μισθοὺς ἐγκαταγράψῃ · διακόσια γοῦν ἀναλώματος ἀνήνεγκεν τάλαντα , καὶ τούτων μεγίστη πρόφασις ἦν ἡ πρὸς Συλλαῖον δίκη .
1.606πάντων δʼ αὐτοῦ τότε καὶ τῶν βραχυτέρων ἐν τῷ μείζονι κακῷ διακαλυφθέντων , ὅθʼ αἱ μὲν βάσανοι πᾶσαι τὴν πατροκτονίαν , αἱ δʼ ἐπιστολαὶ δευτέρας ἀδελφοκτονίας κεκράγεσαν , ὅμως οὐδεὶς τῶν εἰς Ῥώμην ἀφικνουμένων ἀπήγγειλεν αὐτῷ τὰς ἐν Ἰουδαίᾳ τύχας καίτοι μεταξὺ τῶν ἐλέγχων καὶ τῆς ἐπανόδου διελθόντων ἑπτὰ μηνῶν · τοσοῦτον πρὸς αὐτὸν ἐκ πάντων μῖσος ἦν .
1.604
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.600 | Joseph. BJ 1.605 (English) | >>Joseph. BJ 1.609 |