Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.633 | Joseph. BJ 1.637 (English) | >>Joseph. BJ 1.641 |
1.635ἀλλὰ μήπω με τούτῳ φίλει τῷ τεκμηρίῳ · κατέγνωσμαι γὰρ καὶ παρὰ θεῷ καὶ παρὰ σοί , πάτερ . κατεγνωσμένος δὲ δέομαι μὴ ταῖς ἄλλων βασάνοις πιστεύειν , ἀλλὰ κατʼ ἐμοῦ φερέσθω τὸ πῦρ , ὁδευέτω διὰ τῶν ἐμῶν σπλάγχνων τὰ ὄργανα , μὴ φειδέσθω ὀλοφυρμὸς τοῦ μιαροῦ σώματος · εἰ γὰρ εἰμὶ πατροκτόνος ,
1.636οὐκ ὀφείλω θνήσκειν ἀβασάνιστος .” τοιαῦτα μετʼ ὀλοφυρμοῦ καὶ δακρύων ἐκβοῶν τούς τε ἄλλους ἅπαντας καὶ τὸν Οὔαρον εἰς οἶκτον προυκαλέσατο , μόνον δὲ ὁ θυμὸς Ἡρώδην ἄδακρυν διεκράτει τοὺς ἐλέγχους ἀληθεῖς ἐπιστάμενον .
1.637
προελθὼν δʼ ἐπὶ τὸν ἔλεγχον τῆς φαρμακείας τάς τε μηνύσεις ἑξῆς ἐπεδείκνυεν καὶ περὶ Φερώρα κατεσχετλίαζεν , ὅτι κἀκεῖνον Ἀντίπατρος ποιήσειεν ἀδελφοκτόνον καὶ τοὺς φιλτάτους τῷ βασιλεῖ διαφθείρας ὅλον τοῦ μύσους ἀναπλήσειεν τὸν οἶκον , ἄλλα τε πολλὰ πρὸς τούτοις εἰπὼν καὶ ἀποδείξας καταπαύει τὸν λόγον .
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.633 | Joseph. BJ 1.637 (English) | >>Joseph. BJ 1.641 |