Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.640 | Joseph. BJ 1.644 (English) | >>Joseph. BJ 1.649 |
1.642αἱ δὲ τῆς Σαλώμης λοιδορίας τε τοῦ βασιλέως περιεῖχον πικροτάτας καὶ κατηγορίαν μεγίστην . ταύτας δὲ πλάσας Ἀντίπατρος καὶ τὴν Ἀκμὴν διαφθείρας ἔπεισεν Ἡρώδῃ πέμψαι .
1.643διηλέγχθη δὲ ἐκ τῆς πρὸς αὐτὸν ἐπιστολῆς · καὶ γὰρ ἐκείνῳ τὸ γύναιον ἔγραψεν · “ὡς ἐβουλήθης , ἔγραψά σου τῷ πατρὶ καὶ τὰς ἐπιστολὰς ἐκείνας ἔπεμψα πεπεισμένη τὸν βασιλέα μὴ φείσεσθαι τῆς ἀδελφῆς , ὅταν ἀναγνῷ . καλῶς δὲ ποιήσεις , ἐπειδὰν ἀπαρτισθῇ πάντα , μνημονεύσας ὧν ὑπέσχου .”
-- -- οὐκέτι οὖν ἀνεβάλλετο λαβεῖν τιμωρίαν ὑπὲρ ἁπάντων . ὡρμημένος δʼ ἐπὶ τὸν Ἀντίπατρον ἐπεσχέθη νόσῳ χαλεπῇ · περὶ μέντοι τῆς Ἀκμῆς καὶ τῶν κατὰ Σαλώμης ἐσκευωρημένων ἐπέστειλεν Καίσαρι .
1.646τήν τε διαθήκην αἰτήσας μετέγραφεν , καὶ βασιλέα μὲν ἀπεδείκνυεν Ἀντίπαν ἀμελῶν τῶν πρεσβυτάτων Ἀρχελάου καὶ Φιλίππου · διαβεβλήκει γὰρ καὶ τούτους Ἀντίπατρος · Καίσαρι δὲ σὺν τοῖς διὰ χρημάτων δώροις χίλια τάλαντα , τῇ δὲ γυναικὶ καὶ τέκνοις αὐτοῦ καὶ φίλοις καὶ ἀπελευθέροις περὶ πεντακόσια , ἀπένειμεν δὲ καὶ τοῖς ἄλλοις ἅπασιν τῆς τε χώρας οὐκ ὀλίγα καὶ τῶν χρημάτων · λαμπροτάταις δὲ δωρεαῖς ἐτίμα Σαλώμην τὴν ἀδελφήν . ἐν μὲν οὖν ταῖς διαθήκαις ταῦτα διωρθώσατο .
1.644
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.640 | Joseph. BJ 1.644 (English) | >>Joseph. BJ 1.649 |