Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.599 Joseph. BJ 2.605 (English) >>Joseph. BJ 2.611

2.602πρὸς ταῦτα τῶν μὲν οἰκείως ἐχόντων, καὶ μάλιστα τῶν Ταριχεατῶν, οἶκτος ἦν, οἱ δʼ ἀπὸ τῆς χώρας καὶ τῶν πλησίον ὅσοις ἐδόκει φορτικὸς ἐβλασφήμουν, προφέρειν τε τὰ κοινὰ χρήματα θᾶττον ἐκέλευον καὶ τὰς προδοτικὰς συνθήκας ἐξομολογεῖσθαι· 2.603προειλήφεσαν γὰρ ἐκ τοῦ σχήματος οὐδὲν αὐτὸν ἀρνήσεσθαι τῶν ὑπονοηθέντων, ἀλλʼ ἐπὶ συγγνώμης πορισμῷ πάντα πεποιηκέναι τὰ πρὸς τὸν ἔλεον. 2.604τῷ δʼ ἦν ταπείνωσις προπαρασκευὴ στρατηγήματος, καὶ τεχνιτεύων τοὺς ἀγανακτοῦντας κατʼ αὐτοῦ κατʼ ἀλλήλων στασιάσαι, ἐφʼ οἷς ὠργίζοντο πάνθʼ ὁμολογήσων, 2.605ἔπειτα δοθὲν αὐτῷ λέγειν, “ἐγὼ ταῦτα, ἔφη, τὰ χρήματα οὔτε ἀναπέμπειν Ἀγρίππᾳ προῃρούμην οὔτε κερδαίνειν αὐτός· μὴ γὰρ ἡγησαίμην ποτὲ φίλον τὸν ὑμῖν διάφορον κέρδος τὸ φέρον τῷ κοινῷ βλάβην. 2.606ὁρῶν δέ, Ταριχεᾶται, μάλιστα τὴν ὑμετέραν πόλιν ἀσφαλείας δεομένην καὶ πρὸς κατασκευὴν τείχους χρῄζουσαν ἀργυρίου, δεδοικὼς δὲ τὸν Τιβεριέων δῆμον καὶ τὰς ἄλλας πόλεις

-- --

ἐφεδρευούσας τοῖς ἡρπαγμένοις, κατασχεῖν ἡσυχῆ τὰ χρήματα προειλόμην, ἵνα ὑμῖν περιβάλωμαι τεῖχος. 2.607εἰ μὴ δοκεῖ, προφέρω τὰ κεκομισμένα καὶ παρέχω διαρπάζειν· εἰ μὴ καλῶς ὑμῖν ἐβουλευσάμην, κολάζετε τὸν εὐεργέτην.” 2.608

Ἐπὶ τούτοις οἱ Ταριχεῶται μὲν αὐτὸν ἀνευφήμουν, οἱ δʼ ἀπὸ τῆς Τιβεριάδος σὺν τοῖς ἄλλοις ἐκάκιζον καὶ διηπείλουν· καταλιπόντες δʼ ἑκάτεροι τὸν Ἰώσηπον ἀλλήλοις διεφέροντο. κἀκεῖνος θαρρῶν ἤδη τοῖς ᾠκειωμένοις, ἦσαν δὲ εἰς τετρακισμυρίους Ταριχεᾶται, παντὶ τῷ πλήθει παρρησιαστικώτερον ὡμίλει.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.599 Joseph. BJ 2.605 (English) >>Joseph. BJ 2.611

Powered by PhiloLogic