2.611ἐπὶ τούτοις Ἰώσηπος ἀπάτῃ δευτέρᾳ χρῆται· ἀναβὰς γὰρ ἐπὶ τὸ τέγος καὶ τῇ δεξιᾷ καταστείλας τὸν θόρυβον αὐτῶν ἀγνοεῖν ἔφη τίνων ἀξιοῦσιν τυχεῖν· οὐ γὰρ κατακούειν διὰ τὴν τῆς βοῆς σύγχυσιν· ὅσα δʼ ἂν κελεύσωσιν πάντα ποιήσειν, εἰ τοὺς διαλεξομένους ἡσυχῆ πέμψειαν εἴσω πρὸς αὐτόν.
2.612ταῦτα ἀκούσαντες οἱ γνώριμοι σὺν τοῖς ἄρχουσιν εἰσῄεσαν. ὁ δὲ σύρας αὐτοὺς εἰς τὸ μυχαίτατον τῆς οἰκίας καὶ τὴν αὔλειον ἀποκλείσας ἐμαστίγωσεν, μέχρι πάντων τὰ σπλάγχνα γυμνῶσαι· περιειστήκει δὲ τέως τὸ πλῆθος δικαιολογεῖσθαι μακρότερα τοὺς εἰσελθόντας οἰόμενον.
2.613ὁ δὲ τὰς θύρας ἐξαπίνης ἀνοίξας ᾑμαγμένους ἐξαφῆκεν τοὺς ἄνδρας καὶ τοσαύτην τοῖς ἀπειλοῦσιν ἐνειργάσατο κατάπληξιν, ὥστε ῥίψαντας τὰ ὅπλα φεύγειν.
2.614
Πρὸς ταῦτα Ἰωάννης ἐπέτεινεν τὸν φθόνον καὶ δευτέραν ἤρτυσεν ἐπιβουλὴν κατὰ τοῦ Ἰωσήπου. σκηψάμενος δὴ νόσον ἱκέτευσεν διʼ ἐπιστολῆς τὸν Ἰώσηπον ἐπιτρέψαι πρὸς θεραπείαν αὐτῷ χρήσασθαι τοῖς ἐν Τιβεριάδι θερμοῖς ὕδασιν.
2.615ὁ δέ, οὔπω γὰρ ὑπώπτευεν τὸν ἐπίβουλον, γράφει τοῖς κατὰ τὴν πόλιν ὑπάρχοις ξενίαν τε καὶ τὰ ἐπιτήδεια Ἰωάννῃ παρασχεῖν. ὧν ἀπολαύσας μετὰ δύο ἡμέρας ἐφʼ ὃ παρῆν διεπράττετο, καὶ τοὺς μὲν ἀπάταις τοὺς δὲ χρήμασι διαφθείρων ἀνέπειθεν ἀποστῆναι Ἰωσήπου.