Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.622 | Joseph. BJ 2.628 (English) | >>Joseph. BJ 2.634 |
2.626κρύφα γοῦν ἔπεμπεν ἀγγέλους εἰς Ἱεροσόλυμα διαβάλλων τὸν Ἰώσηπον ἐπὶ τῷ μεγέθει τῆς δυνάμεως , φάσκων ὅσον οὐδέπω τύραννον ἐλεύσεσθαι τῆς μητροπόλεως , εἰ μὴ προκαταληφθείη .
2.627ταῦθʼ ὁ μὲν δῆμος προειδὼς οὐ προσεῖχεν , οἱ δυνατοὶ δὲ κατὰ φθόνον καὶ τῶν ἀρχόντων τινὲς λάθρα τῷ Ἰωάννῃ χρήματα πρὸς συλλογὴν μισθοφόρων ἔπεμψαν , ὅπως πολεμῇ πρὸς Ἰώσηπον · ἐψηφίσαντο δὲ καθʼ ἑαυτοὺς καὶ μετακαλεῖν αὐτὸν ἀπὸ τῆς στρατηγίας .
2.628οὐ μὴν ἠξίουν ἀποχρήσειν τὸ δόγμα · δισχιλίους δὲ καὶ πεντακοσίους ὁπλίτας καὶ τέσσαρας τῶν ἐπιφανῶν ἄνδρας ἔστειλαν , τόν τε τοῦ Νομικοῦ Ἰώεσδρον καὶ Ἀνανίαν Σαδούκι καὶ Σίμωνα καὶ Ἰούδην Ἰωνάθου , πάντας εἰπεῖν δυνατωτάτους , ἵνʼ οὗτοι τὴν πρὸς τὸν Ἰώσηπον εὔνοιαν ἀποστρέψωσιν , κἂν μὲν ἑκὼν παραγένηται , λόγον ὑποσχεῖν ἐᾶν αὐτόν , εἰ δὲ βιάζοιτο μένειν , ὡς πολεμίῳ χρῆσθαι .
2.629Ἰωσήπῳ δὲ παραγίνεσθαι μὲν στρατιὰν ἐπεστάλκεσαν οἱ φίλοι , τὴν δʼ αἰτίαν οὐ προεδήλουν ἅτε δὴ λάθρα τῶν ἐχθρῶν βεβουλευμένων . διὸ καὶ μὴ προφυλαξαμένου τέσσαρες πόλεις εὐθέως πρὸς τοὺς διαφόρους ἀπέστησαν ἐλθόντας , Σέπφωρίς τε καὶ Γάβαρα καὶ
-- -- ταχέως δὲ καὶ ταύτας προσηγάγετο δίχα τῶν ὅπλων καὶ χειρωσάμενος στρατηγήμασιν τοὺς τέσσαρας ἡγεμόνας τῶν τε ὁπλιτῶν τοὺς δυνατωτάτους ἀνέπεμψεν εἰς Ἱεροσόλυμα .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.622 | Joseph. BJ 2.628 (English) | >>Joseph. BJ 2.634 |