Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.629 Joseph. BJ 2.635 (English) >>Joseph. BJ 2.640

2.633καὶ τοῦ μὲν μὴ καταντήσαντος ἐφʼ ἣν συντέτακτο προθεσμίαν, Ῥωμαϊκῶν δʼ ὀλίγων ἱππέων κατʼ ἐκείνην τὴν ἡμέραν παραφανέντων, τὸν Ἰώσηπον ἐξεκήρυσσον. 2.634τῶν δʼ ἠγγέλη μὲν εἰς Ταριχέας ἀπόστασις εὐθέως, ἐκπεπομφὼς δὲ πάντας τοὺς στρατιώτας ἐπὶ σίτου συλλογὴν οὔτε μόνος ἐξορμᾶν ἐπὶ τοὺς ἀποστάντας οὔτε μένειν ὑπέμενεν, δεδοικὼς μὴ βραδύναντος αὐτοῦ φθάσωσιν οἱ βασιλικοὶ παρελθεῖν εἰς τὴν πόλιν· οὐδὲ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἐνεργὸν ἕξειν ἔμελλεν ἐπέχοντος σαββάτου. 2.635δόλῳ δὴ περιελθεῖν ἐπενόει τοὺς ἀποστάντας. καὶ τὰς μὲν πύλας τῶν Ταριχεῶν ἀποκλεῖσαι κελεύσας, ὡς μὴ προεξαγγείλειέ τις τὸ σκέμμα τοῖς ἐπιχειρουμένοις, τὰ δʼ ἐπὶ τῆς λίμνης σκάφη πάντα συναθροίσας, τριάκοντα δʼ εὑρέθησαν καὶ τριακόσια, καὶ ναῦται τεσσάρων οὐ πλείους ἦσαν

-- --

ἐν ἑκάστῳ, διὰ τάχους ἐλαύνει πρὸς τὴν Τιβεριάδα. 2.636καὶ τοσοῦτον ἀποσχὼν τῆς πόλεως ἐξ ὅσου συνιδεῖν οὐ ῥᾴδιον ἦν κενὰς τὰς ἁλιάδας μετεώρους σαλεύειν ἐκέλευσεν, αὐτὸς δὲ μόνους ἑπτὰ τῶν σωματοφυλάκων ἀνόπλους ἔχων ἔγγιον ὀφθῆναι προσῄει. 2.637θεασάμενοι δʼ αὐτὸν ἀπὸ τῶν τειχῶν ἔτι βλασφημοῦντες οἱ διάφοροι καὶ διὰ τὴν ἔκπληξιν πάντα τὰ σκάφη γέμειν ὁπλιτῶν νομίσαντες ἔρριψαν τὰ ὅπλα καὶ κατασείοντες ἱκετηρίας ἐδέοντο φείσασθαι τῆς πόλεως.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.629 Joseph. BJ 2.635 (English) >>Joseph. BJ 2.640

Powered by PhiloLogic