Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.645 Joseph. BJ 2.651 (English) >>Joseph. BJ 3.1

2.649καὶ διὰ πάσης μὲν τῆς πόλεως ἐχαλκεύετο βέλη καὶ πανοπλία, πρὸς ἀτάκτοις δὲ γυμνασίαις τὸ τῶν νέων πλῆθος ἦν, καὶ μεστὰ πάντα θορύβου, δεινὴ δὲ κατήφεια τῶν μετρίων, καὶ πολλοὶ τὰς μελλούσας προορώμενοι συμφορὰς ἀπωλοφύροντο. 2.650θειασμοί τε τοῖς εἰρήνην ἀγαπῶσιν δύσφημοι, τοῖς δὲ τὸν πόλεμον ἐξάψασιν ἐσχεδιάζοντο πρὸς ἡδονήν, καὶ τὸ κατάστημα τῆς πόλεως πρὶν ἐπελθεῖν Ῥωμαίους ἦν οἷον ἀπολουμένης. 2.651Ἀνάνῳ γε μὴν φροντὶς ἦν κατὰ μικρὸν ἀφισταμένῳ τῶν εἰς τὸν πόλεμον παρασκευῶν κάμψαι πρὸς τὸ συμφέρον τούς τε στασιαστὰς καὶ τὴν τῶν κληθέντων ζηλωτῶν ἀφροσύνην, ἡττήθη δὲ τῆς βίας, κἀν τοῖς ἑξῆς οἵου τέλους ἔτυχεν δηλώσομεν. 2.652

Κατὰ δὲ τὴν Ἀκραβετηνὴν τοπαρχίαν Γιώρα Σίμων πολλοὺς τῶν νεωτεριζόντων συστησάμενος ἐφʼ ἁρπαγὰς ἐτράπετο καὶ οὐ μόνον τὰς οἰκίας ἐσπάρασσεν τῶν πλουσίων, ἀλλὰ καὶ τὰ σώματα κατῃκίζετο δῆλός τε ἦν ἤδη πόρρωθεν ἀρχόμενος τυραννεῖν. 2.653πεμφθείσης δʼ ἐπʼ αὐτὸν ὑπʼ Ἀνάνου καὶ τῶν ἀρχόντων στρατιᾶς πρὸς τοὺς ἐν Μασάδᾳ λῃστὰς μεθʼ ὧν εἶχεν κατέφυγεν,

-- --

κἀκεῖ μέχρι τῆς Ἀνάνου καὶ τῆς τῶν ἄλλων ἐχθρῶν ἀναιρέσεως μένων συνελῄζετο τὴν Ἰδουμαίαν· 2.654ὥστε τοὺς ἄρχοντας τοῦ ἔθνους διὰ τὸ πλῆθος τῶν φονευομένων καὶ τὰς συνεχεῖς ἁρπαγὰς στρατιὰν ἀθροίσαντας ἐμφρούρους τὰς κώμας ἔχειν. καὶ τὰ μὲν κατὰ τὴν Ἰδουμαίαν ἐν τούτοις ἦν.

-- --



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.645 Joseph. BJ 2.651 (English) >>Joseph. BJ 3.1

Powered by PhiloLogic