Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.124 Joseph. BJ 3.132 (English) >>Joseph. BJ 3.138

3.129οἱ μὲν γὰρ περὶ τὸν Ἰώσηπον ἐστρατοπεδευκότες οὐκ ἄπωθεν τῆς Σεπφώρεως παρὰ πόλιν Γαρὶν καλουμένην ἐπεὶ πλησιάζοντα τὸν πόλεμον ἤκουσαν ὅσον τε οὔπω τοὺς Ῥωμαίους συμμίξοντας σφίσιν, οὐ μόνον πρὸ μάχης, ἀλλὰ καὶ πρὶν ἰδεῖν τοὺς ἐχθροὺς διασκίδνανται φυγῇ. 3.130καταλείπεται δʼ Ἰώσηπος μετʼ ὀλίγων, καὶ κατιδὼν ὡς οὔτε δέχεσθαι τοὺς πολεμίους ἀρκετὴν ἔχει δύναμιν καὶ πεπτώκοι τὰ φρονήματα τῶν Ἰουδαίων ἄσμενοί τʼ ἄν, εἰ πιστεύοιντο, χωροῖεν οἱ πλείους ἐπὶ σπονδάς, ἐδεδίει μὲν ἤδη περὶ παντὸς τοῦ πολέμου, 3.131τότε δʼ ὡς πορρωτάτω χωρίζεσθαι τῶν κινδύνων ἔκρινεν. ἀναλαβὼν δὲ τοὺς συμμείναντας εἰς Τιβεριάδα καταφεύγει. 3.132

Οὐεσπασιανὸς δὲ τῇ πόλει τῶν Γαδάρων ἐπελθὼν αἱρεῖ τε κατὰ πρώτην ἔφοδον αὐτὴν μαχίμου πλήθους ἔρημον καταλαβών, 3.133καὶ παρελθὼν εἴσω πάντας ἡβηδὸν ἀναιρεῖ μηδεμιᾶς τῶν Ῥωμαίων ἡλικίας ἔλεον ποιουμένων μίσει πρὸς τὸ ἔθνος καὶ μνήμῃ τῆς κατὰ τὸν Κέστιον αὐτῶν παρανομίας. 3.134ἐμπίμπρησιν δὲ οὐ μόνον αὐτὴν τὴν πόλιν, ἀλλὰ καὶ τὰς πέριξ κώμας πάσας τε καὶ πολίχνας, ἃς μὲν παντελῶς ἐκλελειμμένας, ἔστιν δʼ ἃς αὐτὸς ἐξανδραποδιζόμενος. 3.135

δʼ Ἰώσηπος ἣν πρὸς ἀσφάλειαν εἵλετο πόλιν αὐτὸς ἐνέπλησεν δέους καταφυγών. οἱ δὲ ἀπὸ τῆς Τιβεριάδος οὐκ ἄν, εἰ μὴ πρὸς τὸ πᾶν ἀπεγνώκει τὸν πόλεμον, τραπῆναί ποτε αὐτὸν ᾤοντο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.124 Joseph. BJ 3.132 (English) >>Joseph. BJ 3.138

Powered by PhiloLogic