Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.212 | Joseph. BJ 3.221 (English) | >>Joseph. BJ 3.228 |
3.218ἐπὶ ταύτην τὴν πεῖραν ὁ στρατηγὸς τῶν Ῥωμαίων μετέβαινεν βίᾳ τὴν πόλιν ἑλεῖν σπεύδων , ὡς τὸ προσκαθέζεσθαι βλαβερὸν ἦν Ἰουδαίων οὐκ ἠρεμούντων .
3.219οἱ μὲν οὖν τούς τε καταπέλτας καὶ τὰ λοιπὰ τῶν ἀφετηρίων , ὡς ἐξικνοῖτο τῶν ἐπὶ τοῦ τείχους κωλύειν
-- -- διὰ δὲ ταῦτα μηδενὸς τῶν περιβόλων ἐπιβῆναι τολμῶντος προσῆγον ἕτεροι τὸν κριὸν γέρροις τε διηνεκέσι καὶ καθύπερθεν πεφραγμένον δέρρει πρός τε αὐτῶν καὶ τοῦ μηχανήματος ἀσφάλειαν .
3.221καὶ κατὰ τὴν πρώτην πληγὴν διεσείσθη μὲν τὸ τεῖχος , κραυγὴ δὲ μεγίστη παρὰ τῶν ἔνδον ἤρθη καθάπερ ἑαλωκότων ἤδη .
3.222
σάκκους ἀχύρων πληρώσαντας ἐκέλευσεν καθιμᾶν καθʼ ὃ φερόμενον ἀεὶ τὸν κριὸν ὁρῷεν , ὡς πλάζοιτό τε ἡ ἐμβολή , καὶ δεχόμενοι τὰς πληγὰς ἐκκενοῖεν τῇ χαυνότητι .
3.224τοῦτο πλείστην διατριβὴν παρέσχεν τοῖς Ῥωμαίοις , καθʼ ὃ μὲν τρέποιεν τὴν μηχανὴν ἀντιπαραγόντων τοὺς σάκκους τῶν ὕπερθεν , ὑποβαλλόντων δὲ ταῖς ἐμβολαῖς , ὡς μηδὲν κατʼ ἀντιτυπίαν βλάπτεσθαι τὸ τεῖχος ·
3.225ἕως ἀντεπινοήσαντες κοντοὺς οἱ Ῥωμαῖοι μακροὺς καὶ δρέπανα δήσαντες ἐπʼ ἄκρων τοὺς σάκους ἀπέτεμνον .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.212 | Joseph. BJ 3.221 (English) | >>Joseph. BJ 3.228 |