Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.239 Joseph. BJ 3.246 (English) >>Joseph. BJ 3.254

3.243 τε οὖν τῶν ὀξυβελῶν καὶ καταπελτῶν βία πολλοὺς ἅμα διήλαυνεν, καὶ τῶν ὑπὸ τῆς μηχανῆς ἀφιεμένων πετρῶν ῥοῖζος ἐπάλξεις τε ἀπέσυρεν καὶ γωνίας ἀπέθρυπτε πύργων. 3.244ἀνδρῶν μὲν γὰροὕτως ἰσχυρὸν στῖφος, μὴ μέχρις ἐσχάτης στρώννυται φάλαγγος βίᾳ τε καὶ μεγέθει τοῦ λίθου. 3.245μάθοι δʼ ἄν τις τὴν τοῦ μηχανήματος ἀλκὴν ἐκ τῶν ἐπὶ τῆσδε τῆς νυκτὸς γενομένων· πληγεὶς γάρ τις ἀπʼ αὐτοῦ τῶν περὶ τὸν Ἰώσηπον ἑστώτων ἀνὰ τὸ τεῖχος ἀπαράσσεται τὴν κεφαλὴν ὑπὸ τῆς πέτρας, καὶ τὸ κρανίον ἀπὸ τριῶν ἐσφενδονήθη σταδίων. 3.246γυναικός τε μεθʼ ἡμέραν ἐγκύμονος πληγείσης τὴν γαστέρα, προῄει δὲ νέον ἐξ οἰκίας, ἐξέσεισεν ἐφʼ ἡμιστάδιον τὸ βρέφος· τοσαύτη ἦν τοῦ λιθοβόλου βία. 3.247τῶν οὖν ὀργάνων φοβερώτερος ῥοῖζος, τῶν δὲ βαλλομένων ἦν ψόφος. 3.248ἐπάλληλοι δὲ ἐκτύπουν οἱ νεκροὶ κατὰ τοῦ τείχους ῥιπτόμενοι, καὶ δεινὴ μὲν ἔνδοθεν κραυγὴ γυναικῶν ἠγείρετο, συνήχουν δʼ ἔξωθεν οἰμωγαὶ φονευομένων. 3.249αἵματι δʼ ἐρρεῖτο πᾶς πρὸ τῆς μάχης περίβολος, καὶ προσβατὸν ὑπὸ πτωμάτων τὸ τεῖχος ἐγίνετο. 3.250φοβερωτέραν δὲ ἐποίουν τὴν βοὴν περιηχοῦντα τὰ ὄρη, καὶ οὐδὲν ἐπʼ ἐκείνης τῆς νυκτὸς οὔτε εἰς ἀκοῆς οὔτε εἰς ὄψεως κατάπληξιν ἀπελείπετο.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.239 Joseph. BJ 3.246 (English) >>Joseph. BJ 3.254

Powered by PhiloLogic