Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.289 | Joseph. BJ 3.295 (English) | >>Joseph. BJ 3.302 |
3.292ὁρμήσαντας δὲ πάλιν εἰς τὸ δεύτερον τεῖχος ἀποκλείουσιν τῆς πόλεως οἱ σφέτεροι δείσαντες μὴ συνεισβάλωσιν οἱ πολέμιοι .
3.293θεὸς δʼ ἦν ἄρα ὁ Ῥωμαίοις τὰ Γαλιλαίων πάθη χαριζόμενος , ὃς καὶ τότε τὸν τῆς πόλεως λαὸν αὔτανδρον χερσὶν οἰκείαις ἐκκλεισθέντα πρὸς ἀπώλειαν ἔκδοτον φονῶσιν ἐχθροῖς παρέστησεν .
3.294ἐμπίπτοντες γὰρ ἀθρόοι ταῖς πύλαις καὶ πολλὰ τοὺς ἐπʼ αὐτῶν ὀνομαστὶ καλοῦντες ἐν μέσαις ἀπεσφάττοντο ταῖς ἱκεσίαις .
3.295καὶ τὸ μὲν πρῶτον αὐτοῖς τεῖχος οἱ πολέμιοι , τὸ δεύτερον δʼ ἔκλεισαν οἱ σφέτεροι ,
3.296μέσοι δὲ τοῖν δυοῖν κατειλούμενοι περιβόλων βύζην , πολλοὶ μὲν τοῖς ἀλλήλων , πολλοὶ δὲ τοῖς ἰδίοις περιεπείροντο ξίφεσιν , ἄπειροι δὲ ὑπὸ Ῥωμαίων ἔπιπτον
-- -- πέρας ἔθνησκον οὐ Ῥωμαίοις ἀλλὰ τοῖς ἰδίοις καταρώμενοι , μέχρι πάντες ἀπώλοντο μύριοι καὶ δισχίλιοι τὸν ἀριθμὸν ὄντες .
3.298κενὴν δὲ μαχίμων λογιζόμενος εἶναι τὴν πόλιν ὁ Τραϊανός , εἰ δὲ καί τινες ἔνδον εἶεν , οἰόμενος μηδὲν αὐτοὺς τολμήσειν ὑπὸ δέους , ἀνετίθει τῷ στρατηγῷ τὴν ἅλωσιν , καὶ στείλας ἀγγέλους πρὸς Οὐεσπασιανὸν ᾐτεῖτο πέμψαι τὸν υἱὸν αὐτῷ Τίτον ἐπιθήσοντα τῇ νίκῃ τέλος .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.289 | Joseph. BJ 3.295 (English) | >>Joseph. BJ 3.302 |