Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.303 Joseph. BJ 3.311 (English) >>Joseph. BJ 3.319

3.308καὶ οὐδὲ τοῖς γειτνιῶσι κακοῖς ἐσωφρονίζοντο, πρὸς δὲ τὰς Ῥωμαίων εὐπραγίας ἐν ἀλογίστῳ τὴν κατὰ σφᾶς ἀσθένειαν ᾤδουν καὶ μετέωροι πρὸς ταραχὴν ὑπῆρχον. 3.309ἐδόκει δὲ Οὐεσπασιανῷ φθάσαι τὸ κίνημα καὶ τὰς ὁρμὰς αὐτῶν ὑποτέμνεσθαι· καὶ γὰρ φρουραῖς Σαμαρεῖτις ὅλη διείληπτο τό τε πλῆθος τῶν ἐληλυθότων καὶ σύνταξις ἦν φοβερά. 3.310Κερεάλιον οὖν ἔπαρχον ὄντα τοῦ πέμπτου τάγματος μετὰ ἑξακοσίων ἱππέων καὶ πεζῶν τρισχιλίων πέμπει. 3.311τούτῳ προσβαίνειν μὲν τὸ ὄρος καὶ συνάπτειν μάχην οὐκ ἀσφαλὲς ἔδοξεν πολλῶν καθύπερθεν τῶν πολεμίων ὄντων, κυκλωσάμενος δὲ τῇ δυνάμει πᾶσαν τὴν ὑπόρειον διʼ ὅλης αὐτοὺς ἐφρούρει τῆς ἡμέρας. 3.312συνέβη δὲ ὕδατος ἀπορουμένων τῶν Σαμαρέων ἐκφλεγῆναι τότε καὶ καῦμα δεινόν, ὥρα δʼ ἦν θέρους καὶ τῶν ἐπιτηδείων τὸ πλῆθος ἀπαράσκευον, 3.313ὡς τοὺς μὲν αὐθημερὸν ὑπὸ τοῦ δίψους ἀποθανεῖν, πολλοὺς δὲ τῆς τοιαύτης ἀπωλείας τὸ δουλεύειν προαιρουμένους Ῥωμαίοις προσφυγεῖν. 3.314ἐξ ὧν συνεὶς Κερεάλιος καὶ τοὺς ἔτι συμμένοντας ὑπὸ τῶν δεινῶν κατεαγότας ἐπαναβαίνει τῷ ὄρει, καὶ τὴν δύναμιν ἐν κύκλῳ

-- --

περιστήσας τοῖς πολεμίοις τὸ μὲν πρῶτον ἐπὶ δεξιὰς προυκαλεῖτο καὶ σώζεσθαι παρεκάλει διαβεβαιούμενος ἀσφάλειαν τὰ ὅπλα ῥίψασιν· 3.315ὡς δʼ οὐκ ἔπειθεν, προσπεσὼν ἀπέκτεινεν πάντας, χιλίους ἑξακοσίους ἐπὶ μυρίοις ὄντας· ἑβδόμῃ καὶ εἰκάδι Δαισίου μηνὸς ἐπράχθη. καὶ τοιαύταις μὲν συμφοραῖς Σαμαρεῖται ἐχρήσαντο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.303 Joseph. BJ 3.311 (English) >>Joseph. BJ 3.319

Powered by PhiloLogic