Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.26 Joseph. BJ 3.33 (English) >>Joseph. BJ 3.40

3.30καὶ κατὰ ταύτην ὑπαντῶσιν αὐτῷ τὴν

-- --

πόλιν οἱ τῆς Γαλιλαίας Σέπφωριν νεμόμενοι πόλιν, μόνοι τῶν τῇδε εἰρηνικὰ φρονοῦντες· 3.31οἳ καὶ τῆς ἑαυτῶν σωτηρίας καὶ τῆς Ῥωμαίων ἰσχύος οὐκ ἀπρονόητοι πρὶν ἀφικέσθαι Οὐεσπασιανὸν Καισεννίῳ Γάλλῳ πίστεις τε ἔδοσαν καὶ δεξιὰς ἔλαβον καὶ παρεδέξαντο φρουράν. 3.32τότε γε μὴν φιλοφρόνως ἐκδεξάμενοι τὸν ἡγεμόνα προθύμως σφᾶς αὐτοὺς ὑπέσχοντο κατὰ τῶν ὁμοφύλων συμμάχους· 3.33οἷς στρατηγὸς ἀξιώσασι τέως πρὸς ἀσφάλειαν ἱππεῖς τε καὶ πεζοὺς παραδίδωσιν ὅσους ἀνθέξειν ταῖς καταδρομαῖς, εἴ τι Ἰουδαῖοι παρακινοῖεν, ὑπελάμβανον· 3.34καὶ γὰρ οὐ μικρὸν ἐδόκει τὸ κινδύνευμα πρὸς τὸν μέλλοντα πόλεμον ἀφαιρεθῆναι τὴν Σέπφωριν, μεγίστην μὲν οὖσαν τῆς Γαλιλαίας πόλιν, ἐρυμνοτάτῳ δʼ ἐπιτετειχισμένην χωρίῳ καὶ φρουρὰν ὅλου τοῦ ἔθνους ἐσομένην. 3.35

Δύο δʼ οὔσας τὰς Γαλιλαίας, τήν τε ἄνω καὶ τὴν κάτω προσαγορευομένην, περιίσχει μὲν Φοινίκη τε καὶ Συρία, διορίζει δὲ ἀπὸ μὲν δύσεως ἡλίου Πτολεμαῒς τοῖς τῆς χώρας τέρμασι καὶ Κάρμηλος, τὸ πάλαι μὲν Γαλιλαίων, νῦν δὲ Τυρίων ὄρος· 3.36 προσίσχει Γαβαά, πόλις ἱππέων, οὕτω προσαγορευομένη διὰ τὸ τοὺς ὑφʼ Ἡρώδου βασιλέως ἀπολυομένους ἱππεῖς ἐν αὐτῇ κατοικεῖν· 3.37ἀπὸ δὲ μεσημβρίας Σαμαρεῖτίς τε καὶ Σκυθόπολις μέχρι τῶν Ἰορδάνου ναμάτων. πρὸς ἕω δὲ Ἱππηνῇ τε καὶ Γαδάροις ἀποτέμνεται καὶ τῇ Γαυλωνίτιδι· ταύτῃ καὶ τῆς Ἀγρίππα βασιλείας ὅροι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.26 Joseph. BJ 3.33 (English) >>Joseph. BJ 3.40

Powered by PhiloLogic