Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.404 | Joseph. BJ 3.411 (English) | >>Joseph. BJ 3.420 |
3.409
ἐδέχοντο δὲ καὶ τὴν στρατιὰν καὶ τὸν στρατηγὸν μετὰ πάσης εὐφημίας καὶ φιλοφροσύνης οἱ ἐπιχώριοι , καὶ κατʼ εὔνοιαν μὲν τὴν πρὸς Ῥωμαίους , τὸ δὲ πλέον ἔχθει τῶν κατεστραμμένων · διὸ καὶ τὸν Ἰώσηπον ἀθρόοι καταβοῶντες ἠξίουν κολάζειν .
3.411Οὐεσπασιανὸς δὲ τὴν περὶ τούτου δέησιν ὡς ὑπʼ ἀκρίτου γινομένην πλήθους ἐξέλυσεν ἡσυχίᾳ ·
3.412τῶν δὲ ταγμάτων τὰ μὲν δύο χειμερίσοντα ἐκάθισεν ἐπὶ τῆς Καισαρείας ἐπιτήδειον ὁρῶν τὴν πόλιν , τὸ δέκατον δὲ καὶ πέμπτον εἰς Σκυθόπολιν , ὡς μὴ θλίβοι παντὶ τῷ στρατῷ τὴν Καισάρειαν .
3.413ἀλεεινὴ δʼ ἦν κἀκείνη χειμῶνος ὥρᾳ καθʼ ὅσον πνιγώδης θέρους ὑπὸ καυμάτων , πεδιὰς οὖσα καὶ παράλιος .
-- -- καὶ τῆς χώρας ἐκπεπολεμωμένης ἀνειργόμενοι μεταβαίνειν ἔγνωσαν εἰς τὴν θάλασσαν .
3.416πηξάμενοί τε πειρατικὰ σκάφη πλεῖστα τόν τε Συρίας καὶ Φοινίκης καὶ τὸν ἐπʼ Αἰγύπτου πόρον ἐλῄστευον , ἄπλωτά τε πᾶσιν ἐποίουν τὰ τῇδε πελάγη .
3.414
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.404 | Joseph. BJ 3.411 (English) | >>Joseph. BJ 3.420 |