Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.499 | Joseph. BJ 3.506 (English) | >>Joseph. BJ 3.515 |
3.504ὁ δʼ , ὡς εἰκός , ὑπερησθεὶς τῇ τε τοῦ παιδὸς ἀρετῇ καὶ τῷ κατορθώματι , μεγίστη γὰρ ἐδόκει καθῃρῆσθαι μοῖρα τοῦ πολέμου , τότε μὲν ἐλθὼν περισχόντας τὴν πόλιν φρουρεῖν ἐκέλευσεν , ὡς μὴ διαλάθοι τις ἐξ αὐτῆς , καὶ κτείνειν προσέταξεν
3.505τῇ δʼ ὑστεραίᾳ πρὸς τὴν λίμνην καταβὰς σχεδίας ἐκέλευσεν πήσσειν ἐπὶ τοὺς καταπεφευγότας · αἱ δʼ ἐγίνοντο ταχέως ἀφθονίᾳ τε ὕλης καὶ πλήθει τεχνιτῶν .
3.506
καὶ γὰρ τῆς ἑλώδους παχύτητος ἔχει τὸ νᾶμα λεπτότερον καθαρά τʼ ἐστὶν πάντοθεν αἰγιαλοῖς ἐπιλήγουσα καὶ ψάμμῳ , πρὸς δὲ εὔκρατος ἀρύσασθαι , ποταμοῦ μὲν ἢ κρήνης προσηνεστέρα , ψυχροτέρα δὲ ἢ κατὰ λίμνης διάχυσιν ἀεὶ μένουσα .
3.508τὸ μὲν γὰρ ὕδωρ οὐκ
-- -- μέση δʼ ὑπὸ τοῦ Ἰορδάνου τέμνεται . καὶ δοκεῖ μὲν Ἰορδάνου πηγὴ τὸ Πάνειον , φέρεται δʼ ὑπὸ γῆν εἰς τοῦτο κρυπτῶς ἐκ τῆς καλουμένης Φιάλης ·
3.510ἡ δʼ ἐστὶν ἀνιόντων εἰς τὴν Τραχωνῖτιν ἀπὸ σταδίων ἑκατὸν εἴκοσι Καισαρείας τῆς ὁδοῦ κατὰ τὸ δεξιὸν μέρος οὐκ ἄπωθεν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.499 | Joseph. BJ 3.506 (English) | >>Joseph. BJ 3.515 |