Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.46 Joseph. BJ 3.52 (English) >>Joseph. BJ 3.60

3.50γλυκὺ δὲ νᾶμα πᾶν διαφόρως ἐν αὐταῖς, καὶ διὰ πλῆθος πόας ἀγαθῆς τὰ κτήνη πλέον παρʼ ἄλλοις γαλακτοφόρα. μέγιστόν γε μὴν τεκμήριον ἀρετῆς καὶ εὐθηνίας τὸ πληθύειν ἀνδρῶν ἑκατέραν. 3.51

Μεθόριος δʼ αὐτῶν Ἀνουάθου Βόρκαιος προσαγορευομένη κώμη· πέρας αὕτη τῆς Ἰουδαίας τὰ πρὸς βορέαν, τὰ νότια δʼ αὐτῆς ἐπὶ μῆκος μετρουμένης ὁρίζει προσκυροῦσα τοῖς Ἀράβων ὅροις κώμη, καλοῦσι δʼ αὐτὴν Ἰορδὰν οἱ τῇδε Ἰουδαῖοι. εὖρός γε μὴν ἀπὸ Ἰορδάνου ποταμοῦ μέχρις Ἰόππης ἀναπέπταται. 3.52μεσαιτάτη δʼ αὐτῆς πόλις τὰ Ἱεροσόλυμα κεῖται, παρʼ καί τινες οὐκ ἀσκόπως ὀμφαλὸν τὸ ἄστυ τῆς χώρας ἐκάλεσαν. 3.53ἀφῄρηται δʼ οὐδὲ τῶν ἐκ θαλάσσης τερπνῶν Ἰουδαία τοῖς παραλίοις κατατείνουσα μέχρι Πτολεμαΐδος. 3.54μερίζεται δʼ εἰς ἕνδεκα κληρουχίας, ὧν ἄρχει μὲν βασίλειον τὰ Ἱεροσόλυμα προανίσχουσα τῆς περιοίκου πάσης

-- --

ὥσπερ κεφαλὴ σώματος· αἱ λοιπαὶ δὲ μετʼ αὐτὴν διῄρηνται τὰς τοπαρχίας. 3.55Γοφνὰ δευτέρα καὶ μετὰ ταύτην Ἀκραβετά, Θαμνὰ πρὸς ταύταις καὶ Λύδδα, Ἀμμαοῦς καὶ Πέλλη καὶ Ἰδουμαία καὶ Ἐνγαδδαὶ καὶ Ἡρώδειον καὶ Ἱεριχοῦς, 3.56μεθʼ ἃς Ἰάμνεια καὶ Ἰόππη τῶν περιοίκων ἀφηγοῦνται, κἀπὶ ταύταις τε Γαμαλιτικὴ καὶ Γαυλανῖτις Βαταναία τε καὶ Τραχωνῖτις, αἳ καὶ τῆς Ἀγρίππα βασιλείας εἰσὶ μοῖραι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.46 Joseph. BJ 3.52 (English) >>Joseph. BJ 3.60

Powered by PhiloLogic