Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.64 | Joseph. BJ 3.71 (English) | >>Joseph. BJ 3.78 |
3.69ὡς τὴν πᾶσαν δύναμιν συνεξαριθμουμένων τῶν βασιλικῶν ἱππέας τε καὶ πεζοὺς εἰς ἓξ ἀθροίζεσθαι μυριάδας δίχα θεραπόντων , οἳ παμπληθεῖς μὲν εἵποντο , διὰ δὲ συνάσκησιν πολεμικὴν οὐκ ἂν ἀποτάσσοιντο τοῦ μαχίμου , κατὰ μὲν εἰρήνην ἐν ταῖς μελέταις τῶν δεσποτῶν ἀεὶ στρεφόμενοι , συγκινδυνεύοντες δʼ ἐν πολέμοις , ὡς μήτʼ ἐμπειρίᾳ μήτʼ ἀλκῇ τινος πλὴν τῶν δεσποτῶν ἐλαττοῦσθαι .
3.70
εἰ δέ τις αὐτῶν καὶ εἰς τὴν ἄλλην σύνταξιν τῆς στρατιᾶς ἀπίδοι , γνώσεται τὴν τοσήνδε ἡγεμονίαν αὐτοὺς ἀρετῆς κτῆμα ἔχοντας , οὐ δῶρον τύχης .
3.72οὐ γὰρ αὐτοῖς ἀρχὴ τῶν ὅπλων πόλεμος , οὐδʼ ἐπὶ μόνας τὰς χρείας τὼ χεῖρε κινοῦσιν ἐν εἰρήνῃ προηργηκότες , ἀλλʼ ὥσπερ συμπεφυκότες τοῖς ὅπλοις οὐδέποτε τῆς ἀσκήσεως λαμβάνουσιν ἐκεχειρίαν οὐδὲ ἀναμένουσιν τοὺς καιρούς .
3.73αἱ μελέται δʼ αὐτοῖς οὐδὲν τῆς κατὰ ἀλήθειαν εὐτονίας ἀποδέουσιν , ἀλλʼ ἕκαστος
-- -- διὸ κουφότατα τὰς μάχας διαφέρουσιν · οὔτε γὰρ ἀταξία διασκίδνησιν αὐτοὺς ἀπὸ τῆς ἐν ἔθει συντάξεως οὔτε δέος ἐξίστησιν οὔτε δαπανᾷ πόνος , ἕπεται δὲ τὸ κρατεῖν ἀεὶ κατὰ τῶν οὐχ ὁμοίων βέβαιον .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.64 | Joseph. BJ 3.71 (English) | >>Joseph. BJ 3.78 |