Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.73 Joseph. BJ 3.80 (English) >>Joseph. BJ 3.87

3.76οὐδὲ γὰρ ἐξ ἐπιδρομῆς εὐάλωτοι πολεμίοις· ὅπῃ δʼ ἂν ἐμβάλωσιν εἰς ἐχθρῶν γῆν, οὐ πρὶν ἅπτονται μάχης τειχίσαι στρατόπεδον. 3.77τὸ δὲ οὐκ εἰκαῖον οὐδὲ ἀνώμαλον ἐγείρουσιν οὐδὲ πάντες ἀτάκτως διαλαβόντες, ἀλλʼ εἰ μὲν ἀνώμαλος ὢν τύχοι χῶρος, ἐξομαλίζεται· διαμετρεῖται δὲ παρεμβολὴ τετράγωνος αὐτοῖς. 3.78καὶ τεκτόνων πλῆθος ἕπεται τῶν τε πρὸς τὴν δόμησιν ἐργαλείων. 3.79

Καὶ τὸ μὲν ἔνδον εἰς σκηνὰς διαλαμβάνουσιν, ἔξωθεν δʼ κύκλος τείχους ὄψιν ἐπίχει πύργοις ἐξ ἴσου διαστήματος κεκοσμημένος. 3.80ἐπὶ δὲ τῶν μεταπυργίων τούς τε ὀξυβελεῖς καὶ καταπέλτας καὶ λιθοβόλα καὶ πᾶν ἀφετήριον ὄργανον τιθέασιν, πάντα πρὸς τὰς βολὰς ἕτοιμα. 3.81πύλαι δὲ ἐνοικοδομοῦνται τέσσαρες καθʼ ἕκαστον τοῦ περιβόλου κλίμα, πρός τε εἰσόδους τῶν ὑποζυγίων εὐμαρεῖς καὶ πρὸς τὰς ἐκδρομὰς αὐτῶν, εἰ κατεπείγοι, πλατεῖαι. 3.82ῥυμοτομοῦσι δʼ εὐδιαθέτως εἴσω τὸ στρατόπεδον, καὶ μέσας μὲν τὰς

-- --

τῶν ἡγεμόνων σκηνὰς τίθενται, μεσαίτατον δὲ τούτων τὸ στρατήγιον ναῷ παραπλήσιον· 3.83ὥσπερ δὲ ἐν σχεδίῳ πόλις καὶ ἀγορά τις ἀποδείκνυται καὶ χειροτέχναις χωρίον θῶκοί τε λοχαγοῖς καὶ ταξιάρχοις, ὅπῃ δικάζοιεν, εἴ τινες διαφέροιντο. 3.84τειχίζεται δὲ περίβολος καὶ τὰ ἐν αὐτῷ πάντα θᾶττον ἐπινοίας πλήθει καὶ ἐπιστήμῃ τῶν πονούντων· εἰ δʼ ἐπείγοι, καὶ τάφρος ἔξωθεν περιβάλλεται βάθος τετράπηχυς καὶ εὖρος ἴση.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.73 Joseph. BJ 3.80 (English) >>Joseph. BJ 3.87

Powered by PhiloLogic