Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.78 Joseph. BJ 3.86 (English) >>Joseph. BJ 3.92

3.84τειχίζεται δὲ περίβολος καὶ τὰ ἐν αὐτῷ πάντα θᾶττον ἐπινοίας πλήθει καὶ ἐπιστήμῃ τῶν πονούντων· εἰ δʼ ἐπείγοι, καὶ τάφρος ἔξωθεν περιβάλλεται βάθος τετράπηχυς καὶ εὖρος ἴση. 3.85

Φραξάμενοι δʼ αὐλίζονται κατὰ συντάξεις ἕκαστοι μεθʼ ἡσυχίας τε καὶ κόσμου. πάντα δʼ αὐτοῖς καὶ τὰ ἄλλα μετʼ εὐταξίας ἀνύεται καὶ ἀσφαλείας, ξυλεία τε καὶ ἐπισιτισμός, εἰ δέοιντο, καὶ ὑδρεία κατὰ συντάξεις ἑκάστοις. 3.86οὐδὲ γὰρ δεῖπνον ἄριστον ὁπότε θελήσειαν αὐτεξούσιον ἑκάστῳ, πᾶσιν δʼ ὁμοῦ, τούς τε ὕπνους αὐτοῖς καὶ τὰς φυλακὰς καὶ τὰς ἐξεγέρσεις σάλπιγγες προσημαίνουσιν, οὐδʼ ἔστιν τι γίνεται δίχα παραγγέλματος. 3.87ὑπὸ δὲ τὴν ἕω τὸ στρατιωτικὸν μὲν ἐπὶ τοὺς ἑκατοντάρχας ἕκαστοι, πρὸς δὲ τοὺς χιλιάρχους οὗτοι συνίασιν ἀσπασόμενοι, μεθʼ ὧν πρὸς τὸν ἡγεμόνα τῶν ὅλων οἱ ταξίαρχοι πάντες. 3.88 δʼ αὐτοῖς τό τε ἐξ ἔθους σημεῖον καὶ τἆλλα παραγγέλματα δίδωσιν διαφέρειν εἰς τοὺς ὑποτεταγμένους· δὴ κἀπὶ παρατάξεως πράττοντες ἐπιστρέφονταί τε ταχέως, ἵνα δέοι, καὶ πρὸς τὰς ἐφόδους αὐτοῖς καὶ πρὸς τὰς ἀνακλήσεις ὑποχωροῦσιν ἀθρόοι. 3.89

Ἐξιέναι δὲ τοῦ στρατοπέδου δέον ὑποσημαίνει μὲν σάλπιγξ, ἠρεμεῖ δʼ οὐδείς, ἀλλʼ ἅμα νεύματι τὰς μὲν σκηνὰς ἀναιροῦσιν, πάντα δʼ ἐξαρτύονται πρὸς τὴν ἔξοδον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.78 Joseph. BJ 3.86 (English) >>Joseph. BJ 3.92

Powered by PhiloLogic