Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.203 | Joseph. BJ 4.210 (English) | >>Joseph. BJ 4.217 |
4.208
καὶ δὴ τότε τὰ τοῦ δήμου φρονεῖν ὑποκρινόμενος συμπεριῄει μὲν τῷ Ἀνάνῳ βουλευομένῳ σὺν τοῖς δυνατοῖς μεθʼ ἡμέραν καὶ νύκτωρ ἐπιόντι τὰς φυλακάς , διήγγελλε δὲ τὰ ἀπόρρητα τοῖς ζηλωταῖς , καὶ πᾶν σκέμμα τοῦ δήμου πρὶν καλῶς βουλευθῆναι παρὰ τοῖς ἐχθροῖς ἐγινώσκετο διʼ αὐτοῦ .
4.210μηχανώμενος δὲ τὸ μὴ διʼ ὑποψίας ἐλθεῖν ἀμέτροις ἐχρῆτο ταῖς θεραπείαις εἰς τόν τε Ἄνανον καὶ τοὺς τοῦ δήμου προεστῶτας .
4.211ἐχώρει δʼ εἰς τοὐναντίον αὐτῷ τὸ φιλότιμον · διὰ γὰρ τὰς ἀλόγους κολακείας μᾶλλον ὑπωπτεύετο , καὶ τὸ πανταχοῦ παρεῖναι μὴ καλούμενον ἔμφασιν προδοσίας τῶν
-- -- συνεώρων μὲν γὰρ αἰσθανομένους ἅπαντα τοὺς ἐχθροὺς τῶν παρʼ αὐτοῖς βουλευμάτων , πιθανώτερος δʼ οὐδεὶς ἦν Ἰωάννου πρὸς ὑποψίας τοῦ διαγγέλλειν .
4.213ἀποσκευάσασθαι μὲν οὖν αὐτὸν οὐκ ἦν ῥᾴδιον ὄντα δυνατὸν ἐκ πονηρίας καὶ ἄλλως οὐ τῶν ἀσήμων ὑπεζωσμένον τε πολλοὺς τῶν συνεδρευόντων τοῖς ὅπλοις , ἐδόκει δὲ αὐτὸν ὅρκοις πιστώσασθαι πρὸς εὔνοιαν .
4.214ὤμνυε δʼ ὁ Ἰωάννης ἑτοίμως εὐνοήσειν τε τῷ δήμῳ καὶ μήτε βουλήν τινα μήτε πρᾶξιν προδώσειν τοῖς ἐχθροῖς , συγκαταλύσειν δὲ τοὺς ἐπιτιθεμένους καὶ χειρὶ καὶ γνώμῃ .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.203 | Joseph. BJ 4.210 (English) | >>Joseph. BJ 4.217 |