4.212συνεώρων μὲν γὰρ αἰσθανομένους ἅπαντα τοὺς ἐχθροὺς τῶν παρʼ αὐτοῖς βουλευμάτων, πιθανώτερος δʼ οὐδεὶς ἦν Ἰωάννου πρὸς ὑποψίας τοῦ διαγγέλλειν.
4.213ἀποσκευάσασθαι μὲν οὖν αὐτὸν οὐκ ἦν ῥᾴδιον ὄντα δυνατὸν ἐκ πονηρίας καὶ ἄλλως οὐ τῶν ἀσήμων ὑπεζωσμένον τε πολλοὺς τῶν συνεδρευόντων τοῖς ὅπλοις, ἐδόκει δὲ αὐτὸν ὅρκοις πιστώσασθαι πρὸς εὔνοιαν.
4.214ὤμνυε δʼ ὁ Ἰωάννης ἑτοίμως εὐνοήσειν τε τῷ δήμῳ καὶ μήτε βουλήν τινα μήτε πρᾶξιν προδώσειν τοῖς ἐχθροῖς, συγκαταλύσειν δὲ τοὺς ἐπιτιθεμένους καὶ χειρὶ καὶ γνώμῃ.
4.215οἱ δὲ περὶ τὸν Ἄνανον πιστεύσαντες τοῖς ὅρκοις ἤδη χωρὶς ὑπονοίας εἰς τὰς συμβουλίας αὐτὸν παρελάμβανον, καὶ δὴ καὶ πρεσβευτὴν εἰσπέμπουσι πρὸς τοὺς ζηλωτὰς περὶ διαλύσεων· ἦν γὰρ αὐτοῖς σπουδὴ τὸ παρʼ αὐτοῖς μὴ μιᾶναι τὸ ἱερὸν μηδέ τινα τῶν ὁμοφύλων ἐν αὐτῷ πεσεῖν.
4.216
Ὁ δʼ ὥσπερ τοῖς ζηλωταῖς ὑπὲρ εὐνοίας ὀμόσας καὶ οὐ κατʼ αὐτῶν, παρελθὼν εἴσω καὶ καταστὰς εἰς μέσους πολλάκις μὲν ἔφη κινδυνεῦσαι διʼ αὐτούς, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἀπορρήτων, ὅσα κατʼ αὐτῶν οἱ περὶ τὸν Ἄνανον ἐβουλεύσαντο·
4.217νῦν δὲ τὸν μέγιστον ἀναρριπτεῖν κίνδυνον σὺν πᾶσιν αὐτοῖς, εἰ μή τις προσγένοιτο βοήθεια δαιμόνιος.
4.218οὐ γὰρ ἔτι μέλλειν Ἄνανον, ἀλλὰ πείσαντα μὲν τὸν δῆμον πεπομφέναι πρέσβεις πρὸς Οὐεσπασιανόν, ἵνʼ ἐλθὼν κατὰ τάχος παραλάβῃ τὴν πόλιν, ἁγνείαν δὲ παρηγγελκέναι κατʼ αὐτῶν εἰς τὴν ἑξῆς ἡμέραν, ἵνʼ ἢ κατὰ θρησκείαν εἰσελθόντες ἢ καὶ βιασάμενοι συμμίξωσιν αὐτοῖς.