Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.228 Joseph. BJ 4.235 (English) >>Joseph. BJ 4.242

4.232ἔδει δὲ τάχους εἰς τὴν ἀγγελίαν· εἰς μηδὲν ἐλλείποντες προθυμίας οἱ πεμφθέντες, ἐκαλεῖτο δʼ αὐτῶν Ἀνανίας ἑκάτερος, καὶ δὴ πρὸς τοὺς ἄρχοντας τῶν Ἰδουμαίων παρῆσαν. 4.233

Οἱ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τὰ ῥηθέντα παρὰ τῶν ἀφιγμένων ἐκπλαγέντες, ὥσπερ ἐμμανεῖς περιέθεόν τε τὸ ἔθνος καὶ διεκήρυσσον τὴν στρατείαν. 4.234ἤθροιστο δʼ πληθὺς τάχιον τοῦ παραγγέλματος, καὶ πάντες ὡς ἐπʼ ἐλευθερίᾳ τῆς μητροπόλεως ἥρπαζον τὰ ὅπλα. 4.235συνταχθέντες δὲ εἰς δύο μυριάδας παραγίνονται πρὸς τὰ Ἱεροσόλυμα, χρώμενοι τέσσαρσιν ἡγεμόσιν Ἰωάννῃ τε καὶ Ἰακώβῳ παιδὶ Σωσᾶ, πρὸς δὲ τούτοις ἦν Σίμων υἱὸς Θακήου καὶ Φινέας Κλουσώθ. 4.236

Τὸν δὲ Ἄνανον μὲν ἔξοδος τῶν ἀγγέλων ὥσπερ καὶ τοὺς φρουροὺς ἔλαθεν, δʼ ἔφοδος τῶν Ἰδουμαίων οὐκέτι· προγνοὺς γὰρ ἀπέκλειέ τε τὰς πύλας αὐτοῖς καὶ διὰ φυλακῆς εἶχε τὰ τείχη. 4.237καθάπαν γε μὴν αὐτοὺς ἐκπολεμεῖν οὐκ ἔδοξεν, ἀλλὰ λόγοις πείθειν πρὸ τῶν ὅπλων. 4.238στὰς οὖν ἐπὶ τὸν ἄντικρυς αὐτῶν πύργον μετὰ Ἄνανον γεραίτατος τῶν ἀρχιερέων Ἰησοῦς, πολλῶν ἔφη καὶ ποικίλων τὴν πόλιν κατεσχηκότων θορύβων ἐν οὐδενὶ θαυμάσαι τὴν τύχην οὕτως, ὡς τῷ συμπράττειν τοῖς πονηροῖς καὶ τὰ παράδοξα· 4.239παρεῖναι γοῦν ὑμᾶς ἀνθρώποις ἐξωλεστάτοις μετὰ τοσαύτης προθυμίας ἐπαμυνοῦντας καθʼ ἡμῶν, μεθʼ ὅσης εἰκὸς ἦν ἐλθεῖν οὐδὲ τῆς μητροπόλεως καλούσης ἐπὶ βαρβάρους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.228 Joseph. BJ 4.235 (English) >>Joseph. BJ 4.242

Powered by PhiloLogic