Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.237 | Joseph. BJ 4.244 (English) | >>Joseph. BJ 4.251 |
4.242λῃσταὶ διʼ ὑπερβολὴν ἀσεβημάτων μιαίνοντες καὶ τὸ ἀβέβηλον ἔδαφος , οὓς ὁρᾶν ἔστι νῦν ἀδεεῖς ἐμμεθυσκομένους τοῖς ἁγίοις καὶ τὰ σκῦλα τῶν πεφονευμένων καταναλίσκοντας εἰς τὰς ἀπλήστους γαστέρας .
4.243τὸ δʼ ὑμέτερον πλῆθος καὶ τὸν κόσμον τῶν ὅπλων ὁρᾶν ἔστιν οἷος ἔπρεπεν καλούσης μὲν τῆς μητροπόλεως κοινῷ βουλευτηρίῳ , συμμάχους δὲ κατʼ ἀλλοφύλων . τί ἂν οὖν εἴποι τοῦτό τις ἢ τύχης ἐπήρειαν , ὅταν λογάσι πονηροῖς αὔτανδρον ἔθνος ὁρᾷ συνασπίζον αὐτοῖς ;
4.244μέχρι πολλοῦ μὲν ἀπορῶ , τί δή ποτε καὶ τὸ κινῆσαν ὑμᾶς οὕτω ταχέως ἐγένετο · μὴ γὰρ ἂν δίχα μεγάλης αἰτίας ἀναλαβεῖν τὰς πανοπλίας ὑπὲρ λῃστῶν καὶ κατὰ δήμου συγγενοῦς ·
4.245ἐπεὶ δὲ ἠκούσαμεν Ῥωμαίους καὶ προδοσίαν , ταῦτα γὰρ ὑμῶν ἐθορύβουν τινὲς ἀρτίως , καὶ τῆς μητροπόλεως ἐπʼ ἐλευθερώσει παρεῖναι , πλέον τῶν ἄλλων τολμημάτων ἐθαυμάσαμεν τοὺς ἀλιτηρίους τῆς περὶ τοῦτο ψευδοῦς ἐπινοίας ·
4.246ἄνδρας γὰρ φύσει φιλελευθέρους καὶ διὰ τοῦτο μάλιστα τοῖς ἔξωθεν πολεμίοις μάχεσθαι παρεσκευασμένους οὐκ ἐνῆν ἄλλως ἐξαγριῶσαι καθʼ ἡμῶν ἢ λογοποιήσαντας προδοσίαν τῆς ποθουμένης ἐλευθερίας .
4.247ἀλλʼ ὑμᾶς γε
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.237 | Joseph. BJ 4.244 (English) | >>Joseph. BJ 4.251 |