Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.245 Joseph. BJ 4.252 (English) >>Joseph. BJ 4.259

4.249νῦν μὲν γὰρ οὐδὲ βουλομένοις διαλύσασθαι ῥᾴδιον, ὅτε Ῥωμαίους μὲν ὑπερόπτας πεποίηκεν ὑποχείριος Γαλιλαία, φέρει δʼ αἰσχύνην ἡμῖν θανάτου χαλεπωτέραν τὸ θεραπεύειν αὐτοὺς ὄντας ἤδη πλησίον. 4.250καὶ ἐγὼ καθʼ ἑαυτὸν μὲν ἂν εἰρήνην προτιμήσαιμι θανάτου, πολεμούμενος δʼ ἅπαξ καὶ συμβαλὼν θάνατον εὐκλεᾶ τοῦ ζῆν αἰχμάλωτος. 4.251πότερον δέ φασιν ἡμᾶς τοὺς τοῦ δήμου προεστῶτας πέμψαι κρύφα πρὸς Ῥωμαίους καὶ τὸν δῆμον κοινῇ ψηφισάμενον; 4.252εἰ μὲν ἡμᾶς, εἰπάτωσαν τοὺς πεμφθέντας φίλους, τοὺς διακονήσαντας τὴν προδοσίαν οἰκέτας. ἐφωράθη τις ἀπιών; ἀνακομιζόμενος ἑάλω; 4.253γραμμάτων γεγόνασιν ἐγκρατεῖς; πῶς δὲ τοὺς μὲν τοσούτους πολίτας ἐλάθομεν, οἷς κατὰ πᾶσαν ὥραν συναναστρεφόμεθα, τοῖς δὲ ὀλίγοις καὶ φρουρουμένοις καὶ μηδʼ εἰς τὴν πόλιν ἐκ τοῦ ἱεροῦ προελθεῖν δυναμένοις ἐγνώσθη τὰ κατὰ τὴν χώραν λαθραίως ἐνεργούμενα; 4.254νῦν δʼ ἔγνωσαν, ὅτε δεῖ δοῦναι δίκας τῶν τετολμημένων, ἕως δʼ ἦσαν ἀδεεῖς αὐτοί, προδότης ἡμῶν οὐδεὶς ὑπωπτεύετο; 4.255εἰ δʼ ἐπὶ τὸν δῆμον ἀναφέρουσι τὴν αἰτίαν, ἐν φανερῷ δήπουθεν ἐβουλεύσαντο, οὐδεὶς ἀπεστάτει τῆς ἐκκλησίας, ὥστε τάχιον ἂν τῆς μηνύσεως ἔσπευσεν φήμη πρὸς ὑμᾶς φανερωτέρα. 4.256τί δέ; οὐχὶ καὶ πρέσβεις ἔδει πέμπειν ψηφισαμένους τὰς διαλύσεις; καὶ τίς

-- --

χειροτονηθείς; εἰπάτωσαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.245 Joseph. BJ 4.252 (English) >>Joseph. BJ 4.259

Powered by PhiloLogic