Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.265 Joseph. BJ 4.270 (English) >>Joseph. BJ 4.278

4.268εἰ γὰρ καὶ τὰ μάλιστα Ῥωμαίοις ὑποπτεύετε διειλέχθαι τινάς, παρατηρεῖν ἔξεστι τὰς ἐφόδους, κἄν τι τῶν διαβεβλημένων ἔργῳ διακαλύπτηται, τότε φρουρεῖν τὴν μητρόπολιν ἐλθόντας κολάζειν τε τοὺς αἰτίους πεφωραμένους· οὐ γὰρ ἂν ὑμᾶς φθάσειαν οἱ πολέμιοι τῇ πόλει προσῳκημένους. 4.269εἰ δʼ οὐδὲν ὑμῖν τούτων εὔγνωμον μέτριον δοκεῖ, μὴ θαυμάζετε τὰ κλεῖθρα τῶν πυλῶν, ἕως ἂν φέρητε τὰ ὅπλα.” 4.270

Τοιαῦτα μὲν Ἰησοῦς ἔλεγε· τῶν δὲ Ἰδουμαίων οὔτε τὸ

-- --

πλῆθος προσεῖχεν, ἀλλὰ τεθύμωτο μὴ τυχὸν ἑτοίμης τῆς εἰσόδου, καὶ διηγανάκτουν οἱ στρατηγοὶ πρὸς ἀπόθεσιν τῶν ὅπλων αἰχμαλωσίαν ἡγούμενοι τὸ κελευόντων τινῶν αὐτὰ ῥῖψαι. 4.271Σίμων δὲ υἱὸς Κααθὰ τῶν ἡγεμόνων εἷς, μόλις τῶν οἰκείων καταστείλας τὸν θόρυβον καὶ στὰς εἰς ἐπήκοον τοῖς ἀρχιερεῦσιν, 4.272οὐκέτι θαυμάζειν ἔφη φρουρουμένων ἐν τῷ ἱερῷ τῶν προμάχων τῆς ἐλευθερίας, εἴ γε καὶ τῷ ἔθνει κλείουσί τινες ἤδη τὴν κοινὴν πόλιν, 4.273καὶ Ῥωμαίους μὲν εἰσδέχεσθαι παρασκευάζονται τάχα καὶ στεφανώσαντες τὰς πύλας, Ἰδουμαίοις δὲ ἀπὸ τῶν πύργων διαλέγονται καὶ τὰ ὑπὲρ τῆς ἐλευθερίας ὅπλα κελεύουσι ῥῖψαι, 4.274μὴ πιστεύοντες δὲ τοῖς συγγενέσι τὴν τῆς μητροπόλεως φυλακὴν τοὺς αὐτοὺς δικαστὰς ποιοῦνται τῶν διαφόρων, καὶ κατηγοροῦντές τινων ὡς ἀποκτείνειαν ἀκρίτους, αὐτοὶ καταδικάζοιεν ὅλου τοῦ ἔθνους ἀτιμίαν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.265 Joseph. BJ 4.270 (English) >>Joseph. BJ 4.278

Powered by PhiloLogic