Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.288 | Joseph. BJ 4.297 (English) | >>Joseph. BJ 4.303 |
4.293τούς τε γὰρ φύλακας εἴξειν πρὸς τὸ ἀδόκητον αὐτῶν τεταραγμένους ἄλλως τε καὶ τοὺς πλείονας αὐτῶν ὄντας ἀνόπλους καὶ πολέμων ἀπείρους , καὶ τῶν κατὰ τὴν πόλιν δυσσύνακτον ἔσεσθαι τὸ πλῆθος κατειλημένον ὑπὸ τοῦ χειμῶνος εἰς τὰς οἰκίας .
4.294εἰ δὲ καί τις γένοιτο κίνδυνος , πρέπειν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν ἢ περιιδεῖν τοσοῦτον πλῆθος διʼ αὐτοὺς αἰσχρῶς ἀπολλύμενον .
4.295οἱ δὲ συνετώτεροι βιάζεσθαι μὲν ἀπεγίνωσκον ὁρῶντες οὐ μόνον τὴν αὐτῶν φρουρὰν πληθύουσαν ἀλλὰ καὶ τὸ τῆς πόλεως τεῖχος διὰ τοὺς Ἰδουμαίους ἐπιμελῶς φυλασσόμενον ,
4.296ᾤοντό τε πανταχοῦ τὸν Ἄνανον παρεῖναι καὶ κατὰ πᾶσαν ὥραν ἐπισκέπτεσθαι
-- -- ὃ δὴ ταῖς μὲν ἄλλαις νυξὶν οὕτως εἶχεν , ἀνείθη δὲ κατʼ ἐκείνην , οὐ κατὰ τὴν Ἀνάνου ῥᾳθυμίαν , ἀλλʼ ὡς αὐτὸς ἐκεῖνος ἀπόλοιτο καὶ τὸ πλῆθος τῶν φυλάκων στρατηγούσης τῆς εἱμαρμένης ,
4.298ἣ δὴ καὶ τότε τῆς νυκτὸς προκοπτούσης καὶ τοῦ χειμῶνος ἐπακμάζοντος κοιμίζει μὲν τοὺς ἐπὶ τῇ στοᾷ φρουρούς , τοῖς δὲ ζηλωταῖς ἐπίνοιαν ἐμβάλλει τῶν ἱερῶν αἴροντας πριόνων ἐκτεμεῖν τοὺς μοχλοὺς τῶν πυλῶν .
4.299συνήργησε δʼ αὐτοῖς πρὸς τὸ μὴ κατακουσθῆναι τὸν ψόφον ὅ τε τῶν ἀνέμων ἦχος καὶ τὸ τῶν βροντῶν ἐπάλληλον .
4.300
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.288 | Joseph. BJ 4.297 (English) | >>Joseph. BJ 4.303 |