Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.298 | Joseph. BJ 4.305 (English) | >>Joseph. BJ 4.311 |
4.302εἰ μὲν οὖν ἐτράποντο περὶ τὴν πόλιν , οὐδὲν ἐκώλυσεν ἂν ἀπολωλέναι τὸν δῆμον αὔτανδρον · οὕτως εἶχον ὀργῆς · νῦν δὲ πρώτους τοὺς ζηλωτὰς σπεύδοντες τῆς φρουρᾶς ἐξελέσθαι , δεομένων πολλὰ καὶ τῶν εἰσδεξαμένων μὴ περιιδεῖν διʼ οὓς ἦλθον ἐν μέσοις τοῖς δεινοῖς μηδʼ αὐτοῖς χαλεπώτερον ἐπισεῖσαι τὸν κίνδυνον ·
4.303τῶν μὲν γὰρ φρουρῶν ἁλόντων ῥᾴδιον αὐτοῖς εἶναι χωρεῖν ἐπὶ τὴν πόλιν , εἰ δʼ ἅπαξ ταύτην προκινήσειαν , οὐκ ἂν ἔτι ἐκείνων κρατῆσαι ·
4.304πρὸς γὰρ τὴν αἴσθησιν συντάξεσθαι αὐτοὺς καὶ τὰς ἀνόδους ἀποφράξειν ·
-- -- μιγέντες δὲ τοῖς Ἰδουμαίοις προσέβαλλον ταῖς φυλακαῖς , καὶ τινὰς μὲν τῶν προκοιτούντων ἀπέσφαξαν κοιμωμένους , πρὸς δὲ τὴν τῶν ἐγρηγορότων βοὴν διανέστη πᾶν τὸ πλῆθος καὶ μετʼ ἐκπλήξεως ἁρπάζοντες τὰ ὅπλα πρὸς τὴν ἄμυναν ἐχώρουν .
4.307ἕως μὲν οὖν μόνους τοὺς ζηλωτὰς ἐπιχειρεῖν ὑπελάμβανον , ἐθάρρουν ὡς τῷ πλήθει περιεσόμενοι , κατιδόντες δὲ ἔξωθεν ἐπιχεομένους ἄλλους ᾔσθοντο τὴν εἰσβολὴν τῶν Ἰδουμαίων ,
4.308καὶ τὸ μὲν πλέον αὐτῶν ἅμα ταῖς ψυχαῖς κατέβαλλε τὰ ὅπλα καὶ πρὸς οἰμωγαῖς ἦν , φραξάμενοι δὲ ὀλίγοι τῶν νέων γενναίως ἐδέχοντο τοὺς Ἰδουμαίους καὶ μέχρι πολλοῦ τὴν ἀργοτέραν πληθὺν ἔσκεπον .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.298 | Joseph. BJ 4.305 (English) | >>Joseph. BJ 4.311 |