Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.322 Joseph. BJ 4.330 (English) >>Joseph. BJ 4.338

4.327καὶ τὸ μὲν εἰκαῖον ἐφʼ οὗ καταληφθείη τόπου διεφθείρετο, τοὺς δὲ εὐγενεῖς καὶ νέους συλλαμβάνοντες εἰς εἱρκτὴν κατέκλειον δεδεμένους, κατʼ ἐλπίδα τοῦ προσθήσεσθαί τινας αὐτοῖς τὴν ἀναίρεσιν ὑπερτιθέμενοι. 4.328προσέσχε δʼ οὐδείς, ἀλλὰ πάντες τοῦ τάξασθαι μετὰ τῶν πονηρῶν κατὰ τῆς πατρίδος προείλοντο τὸν θάνατον. 4.329δεινὰς δὲ τῆς ἀρνήσεως αἰκίας ὑπέμενον μαστιγούμενοί τε καὶ στρεβλούμενοι, μετὰ δὲ τὸ μηκέτʼ ἀρκεῖν τὸ σῶμα ταῖς βασάνοις μόλις ἠξιοῦντο τοῦ ξίφους. 4.330οἱ συλληφθέντες δὲ μεθʼ ἡμέραν ἀνῃροῦντο νύκτωρ, καὶ τοὺς νεκροὺς ἐκφοροῦντες ἔρριπτον, ὡς ἑτέροις εἴη δεσμώταις τόπος. 4.331ἦν δὲ τοσαύτη τοῦ δήμου κατάπληξις, ὡς μηδένα τολμῆσαι μήτε κλαίειν φανερῶς τὸν προσήκοντα νεκρὸν μήτε θάπτειν, ἀλλὰ λαθραῖα μὲν ἦν αὐτῶν κατακεκλεισμένων τὰ δάκρυα καὶ μετὰ περισκέψεως, μή τις ἐπακούσῃ τῶν ἐχθρῶν, ἔστενον· 4.332ἴσα γὰρ τοῖς πενθουμένοις πενθήσας εὐθὺς ἔπασχε· νύκτωρ δὲ κόνιν αἴροντες χεροῖν ὀλίγην ἐπερρίπτουν τοῖς σώμασι, καὶ μεθʼ ἡμέραν εἴ τις παράβολος. 4.333μύριοι καὶ δισχίλιοι τῶν εὐγενῶν νέων οὕτως διεφθάρησαν. 4.334

Οἱ δὲ ἤδη διαμεμισηκότες τὸ φονεύειν ἀνέδην εἰρωνεύοντο δικαστήρια καὶ κρίσεις. 4.335καὶ δή τινα τῶν ἐπιφανεστάτων ἀποκτείνειν προθέμενοι Ζαχαρίαν υἱὸν Βάρεις· παρώξυνε δὲ αὐτοὺς τὸ λίαν τἀνδρὸς μισοπόνηρον καὶ φιλελεύθερον, ἦν δὲ καὶ πλούσιος, ὥστε μὴ μόνον ἐλπίζειν τὴν ἁρπαγὴν τῆς οὐσίας, ἀλλὰ καὶ προσαποσκευάσεσθαι δυνατὸν ἄνθρωπον εἰς τὴν αὐτῶν κατάλυσιν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.322 Joseph. BJ 4.330 (English) >>Joseph. BJ 4.338

Powered by PhiloLogic