Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.365 | Joseph. BJ 4.372 (English) | >>Joseph. BJ 4.379 |
4.369εἰ μὲν γὰρ εὐθέως ὁρμήσειεν ἐπὶ τὴν πόλιν , αἴτιος ὁμονοίας ἔσεσθαι τοῖς πολεμίοις καὶ τὴν ἰσχὺν αὐτῶν ἀκμάζουσαν ἐφʼ ἑαυτὸν ἐπιστρέψειν · εἰ δὲ περιμείνειεν , ὀλιγωτέροις χρήσεσθαι δαπανηθεῖσιν ἐν τῇ στάσει .
4.370στρατηγεῖν μὲν γὰρ ἄμεινον αὐτοῦ τὸν θεὸν ἀπονητὶ Ῥωμαίοις παραδιδόντα Ἰουδαίους καὶ τὴν νίκην ἀκινδύνως τῇ στρατιᾷ χαριζόμενον ·
4.371ὥστε χρῆναι διαφθειρομένων χερσὶν οἰκείαις τῶν ἐχθρῶν καὶ τῷ μεγίστῳ κακῷ στάσει χρωμένων θεατὰς μᾶλλον αὐτοὺς ἀποκαθῆσθαι τῶν κινδύνων ἢ θανατῶσιν ἀνθρώποις καὶ λελυσσηκόσιν κατʼ ἀλλήλων χεῖρα μίσγειν .
4.372εἰ δέ τις οἴεται τὴν δόξαν τῆς νίκης ἑωλοτέραν ἔσεσθαι δίχα μάχης ,
-- -- καὶ γὰρ οὐχ ἧττον εὐκλεεῖς οἴεσθαι χρὴ τῶν κατὰ χεῖρα λαμπρῶν τοὺς ἐγκρατείᾳ καὶ συνέσει τὰ ἴσα πράξαντας . ἅμα μέντοι μειουμένων τῶν πολεμίων καὶ τὴν αὑτοῦ στρατιὰν ἀναληφθεῖσαν ἐκ τῶν συνεχῶν πόνων ἐρρωμενέστερον ἄξειν .
4.374ἄλλως τε καὶ τῶν στοχαζομένων τῆς περὶ τὴν νίκην λαμπρότητος οὐ τοῦτον εἶναι τὸν καιρόν ·
4.375οὐ γὰρ περὶ κατασκευὴν ὅπλων ἢ τειχῶν οὐδὲ περὶ συλλογὴν ἐπικούρων Ἰουδαίους ἀσχολεῖσθαι , καὶ τὴν ὑπέρθεσιν ἔσεσθαι κατὰ τῶν διδόντων , ἀλλʼ ἐμφυλίῳ πολέμῳ καὶ διχονοίᾳ τραχηλιζομένους καθʼ ἡμέραν οἰκτρότερα πάσχειν ὧν ἂν ἐπελθόντες αὐτοὶ διαθεῖεν αὐτοὺς ἁλόντας .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.365 | Joseph. BJ 4.372 (English) | >>Joseph. BJ 4.379 |