Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.371 Joseph. BJ 4.377 (English) >>Joseph. BJ 4.384

4.375οὐ γὰρ περὶ κατασκευὴν ὅπλων τειχῶν οὐδὲ περὶ συλλογὴν ἐπικούρων Ἰουδαίους ἀσχολεῖσθαι, καὶ τὴν ὑπέρθεσιν ἔσεσθαι κατὰ τῶν διδόντων, ἀλλʼ ἐμφυλίῳ πολέμῳ καὶ διχονοίᾳ τραχηλιζομένους καθʼ ἡμέραν οἰκτρότερα πάσχειν ὧν ἂν ἐπελθόντες αὐτοὶ διαθεῖεν αὐτοὺς ἁλόντας. 4.376εἴτʼ οὖν τἀσφαλές τις σκοποίη, χρῆναι τοὺς ὑφʼ ἑαυτῶν ἀναλισκομένους ἐᾶν, εἴτε τὸ εὐκλεέστερον τοῦ κατορθώματος, οὐ δεῖν τοῖς οἴκοι νοσοῦσιν ἐπιχειρεῖν· ῥηθήσεσθαι γὰρ εὐλόγως οὐκ αὐτῶν τὴν νίκην ἀλλὰ τῆς στάσεως. 4.377

Ταῦτα Οὐεσπασιανῷ λέγοντι συνῄνουν οἱ ἡγεμόνες, καὶ παραχρῆμα τὸ στρατηγικὸν τῆς γνώμης ἀνεφαίνετο· πολλοὶ γοῦν καθʼ ἡμέραν ηὐτομόλουν τοὺς ζηλωτὰς διαδιδράσκοντες. 4.378χαλεπὴ δʼ ἦν φυγὴ φρουραῖς διειληφότων τὰς διεξόδους πάσας καὶ τὸν ὁπωσοῦν ἐν αὐταῖς ἁλισκόμενον ὡς πρὸς Ῥωμαίους ἀπιόντα διαχρωμένων. 4.379 γε μὴν χρήματα δοὺς ἐξηφίετο καὶ μόνος ἦν μὴ διδοὺς προδότης, ὥστε κατελείπετο τῶν εὐπόρων τὴν φυγὴν ὠνουμένων

-- --

μόνους ἐναποσφάττεσθαι τοὺς πένητας. 4.380νεκροὶ δὲ κατὰ τὰς λεωφόρους πάσας ἐσωρεύοντο παμπληθεῖς, καὶ πολλοὶ τῶν ὁρμωμένων αὐτομολεῖν πάλιν τὴν ἔνδον ἀπώλειαν ᾑροῦντο· τὸν γὰρ ἐπὶ τῆς πατρίδος θάνατον ἐλπὶς ταφῆς ἐποίει δοκεῖν μετριώτερον. 4.381οἱ δὲ εἰς τοσοῦτον ὠμότητος ἐξώκειλαν, ὡς μήτε τοῖς ἔνδον ἀναιρουμένοις μήτε τοῖς ἀνὰ τὰς ὁδοὺς μεταδοῦναι γῆς,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.371 Joseph. BJ 4.377 (English) >>Joseph. BJ 4.384

Powered by PhiloLogic