Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.400 Joseph. BJ 4.407 (English) >>Joseph. BJ 4.414

4.404ἔπειτα τούς τε οἴκους ἐξεσκευασμένοι καὶ τῶν καρπῶν τοὺς ἀκμαιοτάτους ἁρπάσαντες ἀνήνεγκαν εἰς τὴν Μασάδαν. 4.405καὶ οἱ μὲν ἐλῄζοντο πάσας τὰς περὶ τὸ φρούριον κώμας καὶ τὴν χώραν ἐπόρθουν ἅπασαν προσδιαφθειρομένων αὐτοῖς καθʼ ἡμέραν ἑκασταχόθεν οὐκ ὀλίγων· 4.406ἐκινεῖτο δὲ καὶ κατὰ τὰ ἄλλα τῆς Ἰουδαίας κλίματα τὸ τέως ἠρεμοῦν τὸ λῃστρικόν, καθάπερ δὲ ἐν σώματι τοῦ κυριωτάτου φλεγμαίνοντος πάντα τὰ μέλη συνενόσει· 4.407διὰ γοῦν τὴν ἐν τῇ μητροπόλει στάσιν καὶ ταραχὴν ἄδειαν ἔσχον οἱ κατὰ τὴν χώραν πονηροὶ τῶν ἁρπαγῶν καὶ τὰς οἰκείας ἕκαστος κώμας ἁρπάζοντες ἔπειτα εἰς τὴν ἐρημίαν ἀφίσταντο. 4.408συναθροιζόμενοί τε καὶ συνομνύμενοι κατὰ λόχους στρατιᾶς μὲν ὀλιγώτεροι πλείους δὲ λῃστηρίου προσέπιπτον ἱεροῖς καὶ πόλεσιν, 4.409καὶ κακοῦσθαι μὲν συνέβαινεν ἐφʼ οὓς ὁρμήσειαν ὡς ἐν πολέμῳ καταληφθέντας, φθάνεσθαι δὲ τὰς ἀμύνας ὡς λῃστῶν ἅμα ταῖς ἁρπαγαῖς ἀποδιδρασκόντων. οὐδὲν δὲ μέρος ἦν τῆς Ἰουδαίας, μὴ τῇ προανεχούσῃ πόλει συναπώλλυτο. 4.410

Ταῦτα Οὐεσπασιανῷ παρὰ τῶν αὐτομόλων διηγγέλλετο. καίπερ γὰρ φρουρούντων τὰς ἐξόδους τῶν στασιαστῶν ἁπάσας καὶ διαφθειρόντων τοὺς ὁπωσοῦν προσιόντας, ὅμως ἦσαν οἳ διελάνθανον καὶ καταφεύγοντες εἰς τοὺς Ῥωμαίους τὸν στρατηγὸν ἐνῆγον ἀμῦναι τῇ πόλει καὶ τὰ τοῦ δήμου περισῶσαι λείψανα·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.400 Joseph. BJ 4.407 (English) >>Joseph. BJ 4.414

Powered by PhiloLogic