Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.402 Joseph. BJ 4.410 (English) >>Joseph. BJ 4.416

4.407διὰ γοῦν τὴν ἐν τῇ μητροπόλει στάσιν καὶ ταραχὴν ἄδειαν ἔσχον οἱ κατὰ τὴν χώραν πονηροὶ τῶν ἁρπαγῶν καὶ τὰς οἰκείας ἕκαστος κώμας ἁρπάζοντες ἔπειτα εἰς τὴν ἐρημίαν ἀφίσταντο. 4.408συναθροιζόμενοί τε καὶ συνομνύμενοι κατὰ λόχους στρατιᾶς μὲν ὀλιγώτεροι πλείους δὲ λῃστηρίου προσέπιπτον ἱεροῖς καὶ πόλεσιν, 4.409καὶ κακοῦσθαι μὲν συνέβαινεν ἐφʼ οὓς ὁρμήσειαν ὡς ἐν πολέμῳ καταληφθέντας, φθάνεσθαι δὲ τὰς ἀμύνας ὡς λῃστῶν ἅμα ταῖς ἁρπαγαῖς ἀποδιδρασκόντων. οὐδὲν δὲ μέρος ἦν τῆς Ἰουδαίας, μὴ τῇ προανεχούσῃ πόλει συναπώλλυτο. 4.410

Ταῦτα Οὐεσπασιανῷ παρὰ τῶν αὐτομόλων διηγγέλλετο. καίπερ γὰρ φρουρούντων τὰς ἐξόδους τῶν στασιαστῶν ἁπάσας καὶ διαφθειρόντων τοὺς ὁπωσοῦν προσιόντας, ὅμως ἦσαν οἳ διελάνθανον καὶ καταφεύγοντες εἰς τοὺς Ῥωμαίους τὸν στρατηγὸν ἐνῆγον ἀμῦναι τῇ πόλει καὶ τὰ τοῦ δήμου περισῶσαι λείψανα· 4.411διὰ γὰρ τὴν πρὸς Ῥωμαίους εὔνοιαν ἀνῃρῆσθαί τε τοὺς πολλοὺς καὶ κινδυνεύειν τοὺς περιόντας. 4.412 δὲ οἰκτείρων ἤδη τὰς συμφορὰς αὐτῶν τὸ μὲν δοκεῖν ἐκπολιορκήσων ἐφίσταται τὰ Ἱεροσόλυμα, τὸ δὲ ἀληθὲς ἀπαλλάξων πολιορκίας. 4.413ἔδει μὲν προκαταστρέψασθαι τὰ λειπόμενα καὶ μηδὲν ἔξωθεν ἐμπόδιον τῇ πολιορκίᾳ καταλιπεῖν· ἐλθὼν οὖν ἐπὶ τὰ Γάδαρα μητρόπολιν τῆς Περαίας καρτερὰν τετράδι Δύστρου μηνὸς εἴσεισιν εἰς τὴν πόλιν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.402 Joseph. BJ 4.410 (English) >>Joseph. BJ 4.416

Powered by PhiloLogic