Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.442 Joseph. BJ 4.448 (English) >>Joseph. BJ 4.455

4.445καταλαβόμενος δὲ τὰς ἐπὶ τὴν μητρόπολιν αὐτῶν εἰσβολὰς στρατόπεδόν τε τειχίζει καὶ τὸ πέμπτον ἐν αὐτῇ τάγμα καταλιπὼν πρόεισι μετὰ τῆς ἄλλης δυνάμεως ἐπὶ τὴν Βεθλεπτηνφῶν τοπαρχίαν. 4.446πυρὶ δὲ αὐτήν τε καὶ τὴν γειτνιῶσαν ἀνελὼν καὶ τὰ πέριξ τῆς Ἰδουμαίας φρούρια τοῖς ἐπικαίροις τόποις ἐπετείχισε· 4.447καταλαβόμενος δὲ δύο κώμας τὰς μεσαιτάτας τῆς Ἰδουμαίας, Βήταβριν καὶ Καφάρτοβαν, κτείνει μὲν ὑπὲρ μυρίους, 4.448αἰχμαλωτίζεται δὲ ὑπὲρ χιλίους, καὶ τὸ λοιπὸν πλῆθος ἐξελάσας ἐγκαθίστησιν τῆς οἰκείας δυνάμεως οὐκ ὀλίγην, οἳ κατατρέχοντες ἐπόρθουν ἅπασαν τὴν ὀρεινήν. 4.449αὐτὸς δὲ μετὰ τῆς λοιπῆς δυνάμεως ὑπέστρεψεν εἰς Ἀμμαοῦν, ὅθεν διὰ τῆς Σαμαρείτιδος καὶ παρὰ τὴν Νέαν πόλιν καλουμένην, Μαβαρθὰ δʼ

-- --

ὑπὸ τῶν ἐπιχωρίων, καταβὰς εἰς Κορέαν δευτέρᾳ Δαισίου μηνὸς στρατοπεδεύεται. 4.450τῇ δʼ ἑξῆς εἰς Ἱεριχοῦντα ἀφικνεῖται, καθʼ ἣν αὐτῷ συμμίσγει Τραϊανὸς εἷς τῶν ἡγεμόνων τὴν ἐκ τῆς Περαίας ἄγων δύναμιν ἤδη τῶν ὑπὲρ τὸν Ἰορδάνην κεχειρωμένων. 4.451

Τὸ μὲν οὖν πολὺ πλῆθος ἐκ τῆς Ἱεριχοῦς φθάσαν τὴν ἔφοδον αὐτῶν εἰς τὴν ἄντικρυς Ἱεροσολύμων ὀρεινὴν διαπεφεύγει, καταλειφθὲν δὲ οὐκ ὀλίγον διαφθείρεται. 4.452τὴν δὲ πόλιν ἔρημον κατειλήφεσαν, ἥτις ἵδρυται μὲν ἐν πεδίῳ, ψιλὸν δὲ ὑπέρκειται αὐτῇ καὶ ἄκαρπον ὄρος μήκιστον·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.442 Joseph. BJ 4.448 (English) >>Joseph. BJ 4.455

Powered by PhiloLogic