Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.461 Joseph. BJ 4.468 (English) >>Joseph. BJ 4.475

4.465τοσαύτην γοῦν ἐν ταῖς ἀρδείαις ἔχει δύναμιν ὡς, εἰ καὶ μόνον ἐφάψαιτο τῆς χώρας, νοστιμώτερον εἶναι τῶν μέχρι κόρου χρονιζόντων. 4.466παρὸ καὶ τῶν μὲν δαψιλεστέρως χρωμένων ὄνησίς ἐστιν ὀλίγη, τούτου δὲ τοῦ ὀλίγου χορηγία δαψιλής. 4.467ἄρδει γοῦν πλέονα τῶν ἄλλων ἁπάντων, καὶ πεδίον μὲν ἔπεισιν ἑβδομήκοντα σταδίων μῆκος εὖρος δʼ εἴκοσιν, ἐκτρέφει δʼ ἐν αὐτῷ παραδείσους καλλίστους τε καὶ πυκνοτάτους. 4.468τῶν δὲ φοινίκων ἐπαρδομένων γένη πολλὰ ταῖς γεύσεσι καὶ ταῖς παρηγορίαις διάφορα· τούτων οἱ πιότεροι πατούμενοι καὶ μέλι δαψιλὲς ἀνιᾶσιν οὐ πολλῷ τοῦ λοιποῦ χεῖρον. 4.469καὶ μελιττοτρόφος δὲ χώρα· φέρει δὲ καὶ ὀποβάλσαμον, δὴ τιμιώτατον τῶν τῇδε καρπῶν, κύπρον τε καὶ μυροβάλανον, ὡς οὐκ ἂν ἁμαρτεῖν τινα εἰπόντα θεῖον εἶναι τὸ χωρίον, ἐν δαψιλῆ τὰ σπανιώτατα καὶ κάλλιστα γεννᾶται. 4.470τῶν μὲν γὰρ ἄλλων αὐτῷ καρπῶν ἕνεκεν οὐκ ἂν ῥᾳδίως τι παραβληθείη κλίμα τῆς οἰκουμένης· οὕτως τὸ καταβληθὲν πολύχουν ἀναδίδωσιν. 4.471αἴτιόν μοι δοκεῖ τὸ θερμὸν τῶν ἀέρων καὶ τὸ τῶν ὑδάτων εὔτονον, τῶν μὲν προκαλουμένων τὰ φυόμενα καὶ διαχεόντων, τῆς δὲ ἰκμάδος ῥιζούσης ἕκαστον ἰσχυρῶς καὶ χορηγούσης τὴν ἐν θέρει δύναμιν· περικαὲς δέ ἐστιν οὕτως τὸ χωρίον, ὡς μηδένα ῥᾳδίως προϊέναι.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.461 Joseph. BJ 4.468 (English) >>Joseph. BJ 4.475

Powered by PhiloLogic